35
οὐχ ὁρᾶτε τοῦ ξύμπαντος οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ θείων καὶ μακαρίων αἰώνιον τάξιν καὶ ὁμόνοιαν καὶ σωφροσύνην, ἧς οὔτε κάλλιον οὔτε σεμνότερον οὐδὲν οἷόν τ’ ἐπινοῆσαι; πρὸς δὲ αὖ τῶν λεγομένων στοιχείων, ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, τὴν ἀσφαλῆ καὶ δικαίαν δι’ αἰῶνος ἁρμονίαν, μεθ’ ὅσης εὐγνωμοσύνης καὶ μετριότητος διαμένειν πέφυκεν αὐτά τε σῳζόμενα καὶ σῴζοντα τὸν ἅπαντα κόσμον;
36
σκοπεῖτε γάρ, εἰ καί τισι δόξει μετέωρος ὁ, λόγος καὶ οὐ πάνυ τι ὑμῖν συμπαθής, ὅτι ταῦτα πεφυκότα ἄφθαρτα καὶ θεῖα καὶ τοῦ πρώτου καὶ μεγίστου γνώμῃ καὶ δυνάμει κυβερνώμενα θεοῦ τὸν ἅπαντα χρόνον ἐκ τῆς πρὸς ἄλληλα φιλίας καὶ ὁμονοίας σῴζεσθαι φιλεῖ, τά τε ἰσχυρότερα καὶ μείζω καὶ τὰ ἐλάττω δὴ δοκοῦντα. ταύτης δὲ τῆς κοινωνίας διαλυθείσης καὶ στάσεως ἐπιγενομένης οὐχ οὕτως ἀνώλεθρος οὐδὲ ἄφθαρτος αὐτῶν ἡ φύσις, ὥστε μὴ ταραχθῆναι καὶ τὴν ἀμήχανόν τε καὶ ἄπιστον, ὥς φασιν, ὑπομεῖναι φθορὰν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν.
37
ἡ μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν ᾧ τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως ὂν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις, ὅρῳ τε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. ἡ δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα.