31
πῶς οὖν οὐχ ἁπάντων δυστυχέστατον ὠνεῖσθαι μὲν ἑκάστους παρὰ ἀνθρώπων οὐ φίλων, ἀποδίδοσθαι δὲ τοῖς μισοῦσι, κατάγεσθαι δὲ παρὰ τοῖς βαρυνομένοις, ὑποδέχεσθαι δὲ τοὺς λοιδοροῦντας, συνεστιᾶσθαι δὲ ἐνίοτε τοῖς ἀλλοτριωτάτοις· ἐὰν δὲ πλοίου τις ἐπιβαίνῃ, σαφῶς εἰδέναι καὶ τὸν κυβερνήτην καὶ τοὺς ναύτας ἅπαντας καταρωμένους, τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν καὶ πλέοντας καὶ βαδίζοντας, καὶ τούτοις ἀεὶ πλείστοις κατὰ τὰς ὁδοὺς ἀπαντᾶν, πονηρὸν καὶ δυσχερῆ σύμβολον, ὥστε πάντως εἰπόντα τι παρελθεῖν ἢ ἀκούσαντα δυσχερές.
32
ὥστε ἔγωγε ἐνεθυμούμην πολλάκις τὴν τῶν ἀνθρώπων ἀμαθίαν καὶ διαφθοράν, ὅτι τῶν σφόδρα ἀδόξων καὶ φαυλοτάτων ζῴων χείρους εἰσὶ ταῖς ψυχαῖς. οἱ μὲν γὰρ ἄνθρωποι πολλάκις ἐντυχόντες ἀλλήλοις μάχονται καὶ λοιδορηθέντες ἀπίασιν· οἱ δὲ μύρμηκες οὕτω πυκνοὶ βαδίζοντες οὐδέποτε ἠνώχλησαν ἀλλήλους, ἀλλὰ πάνυ πρᾴως ἐντυχάνουσι καὶ παρίασι καὶ βοηθοῦσιν ἀλλήλοις.