23
καὶ μηδεὶς ὑπολάβῃ με λέγειν ὡς ἄρα χρὴ τελέως ὑποπεσεῖν καὶ μηδὲν ἐκείνων προαιρουμένων δίκαιον μηδὲ ἐπιεικὲς αὐτοὺς δεῖσθαι καὶ παρακαλεῖν· αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον, ὅπως αὐτοὶ εὐγνωμονέστεροι φανησόμεθα καὶ μᾶλλον καταφρονοῦντες χρημάτων καὶ τοῦ πλείονος.
24
οὐ γὰρ οὕτως αἰσχρόν ἐστι λείπεσθαι τοῖς διὰ τὸ μῖσος ἔργοις καὶ νὴ Δία τοῖς πρὸς ἔχθραν ὡς τοῖς ἀπὸ τῆς μετριότητος καὶ τῆς φιλανθρωπίας. ὁ μὲν γὰρ ἐν ἐκείνοις ἡττώμενος κινδυνεύει λαβεῖν δόξαν ἀσθενείας, ὁ δ’ ἐν τούτοις σκαιότητος καὶ φιλονικίας. ὅσῳ δὴ κρεῖττον ἀσθενῆ δόξαι μᾶλλον ἢ πονηρόν, τοσούτῳ βέλτιον ὑστέρους εἶναι μαχομένους ἢ διαλλαττομένους.
25
εἰκότως δ’ ἄν μοι προσέχοιτε τὸν νοῦν μᾶλλον ἑτέρων τυχὸν μὲν καὶ ἄλλως, ἔτι δὲ κἀκεῖνο σκοποῦντες ὅτι μηδὲν ἰδίᾳ μοι διαφέρει, μηδὲ ὄχλησίν τινα ὀκνῶν ἢ δαπάνην ἐμαυτοῦ διὰ τοῦτο ἀμελῶ τοῦ πρέποντος ὑμῖν. ὅτι γάρ με οὐκ ἐνοχλήσετε μὴ βουλόμενον οὐδὲ κελεύσετε ἀποδημεῖν, ὥσπερ ἤδη πολὺν χρόνον ἔχοντα παρ’ ὑμῖν, ἐπίσταμαι σαφῶς· ʽἄλλως τε οὐκ ἀσχολούμενος ἐγὼ νομίζω συμφέρειν ὑμῖν οὐδὲ τοῦτον ἀποδημῶν τὸν τρόπον·̓ ἀλλ’ ὅπερ ἔφην, βέλτιον ἡγοῦμαι πᾶσιν ἀνθρώποις, οὐ μόνον ὑμῖν, μήτε ἀναιρεῖσθαι ῥᾳδίως ἔχθραν μὴ σφόδρα ἀναγκαίαν, τάς τε πρότερον οὔσας καταλύεσθαι πάντα τρόπον, ἂν ᾖ δυνατόν, τὴν ἐκ τοῦ διαφέρεσθαί τισι βλάβην μείζονα ἡγουμένους τῆς παρὰ τὰς διαλύσεις ζημίας.