17
ὅθεν ὑφεωρῶντό με καὶ δυσχερῶς εἶχον. καὶ νῦν πυθόμενος τὰς διαλύσεις καὶ τὴν φιλίαν ταύτην πραττομένη, καὶ ψηφισαμένων ὑμῶν ἐμὲ καλεῖν, ἴσως καὶ ταύτης ἕνεκα τῆς χρείας ʽτυχὸν γὰρ ἠλπίζετε κἀμοῦ μετασχόντος ῥᾷον μᾶλλον καὶ ἀσφαλέστερον ἔσεσθαι πάντα· καίτοι καὶ νῦν ἴσως οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ κἀμοὶ νέμοντες τιμὴν μετὰ τῶν ἄλλων, λογιζόμενοι κἀμὲ πολίτην ὑμέτερον, τυχὸν προθυμότεροι γεγόνασι πρὸς ὑμᾶσ̓ ὅμως οὐ σφόδρα ἠπείχθην εὐλαβούμενος μὴ γένηται τοῦτο ἐμποδὼν οὐκ ἐκείνοις, ἀλλὰ τῶν ἐντεῦθέν τισι. σχεδὸν γὰρ εἰώθασι πολλοὶ τῶν ἀνθρώπων οὐ τοῖς πραττομένοις, ἀλλὰ τοῖς πράττουσι φθονεῖν.
18
ἐπεὶ καὶ πέρυσι τοὺς λόγους τούτους πρὸς ἐμὲ ἔλεγον οἱ προεστῶτες αὐτῶν καὶ τότε ἐξῆν ὑμῖν ἀπηλλάχθαι πραγμάτων· ἀλλ’ ὑφεωρώμην ἐγὼ μή τισι τῶν ἐντεῦθεν πρόσαντες γένηται καὶ δυσκόλως φέρωσιν ἐμοῦ πράττοντος αὐτά. καὶ νῦν τρόπον τινὰ ἑκὼν ἐβράδυνα. ὅσα μὲν οὖν καὶ δι’ ἐμοῦ καὶ δι᾽ ἑτέρων δυνατὰ γίγνεσθαι τῇ πόλει, ταῦτα ἐκείνοις ἀξιῶ μᾶλλον ἐπιτρέπειν, ἵνα μηδεὶς ἀντιβαίνῃ μηδὲ λυπῆται βασκαίνων. ὅσα δ’ οὐ ῥᾴδιον ὑπ’ ἄλλου τῶν ἐντεῦθεν πραχθῆναι, τυχὸν δὲ καὶ λίαν χαλεπόν, ἡγεῖσθε πρὸς ἐκείνοις ἀεί με τὴν γνώμην ἔχειν μέχρις ἂν ἐμπνέω.