14
οἱ δὲ ἐλογοποίουν ὅτι τοῖς Σμυρναίοις παμπόλλας δωρεὰς δοίη καὶ χρήματα ἀμύθητα πέμψειε μετὰ τῶν Νεμέσεων, καὶ νὴ Δἴ ὡς ἄλλου τινὸς διαλεχθέντος μυρίους μὲν αὐτῷ συνεχώρησε βουλευτάς, χρυσίου δ’ ἐκέλευσε ποταμὸν εἰς τὴν πόλιν τραπῆναι καὶ μυριάδες ἄπειροί τινες ἐδόθησαν· ὧν οὐδὲν ἦν ἀληθές, ὡς ἐβουλόμην ἂν ἔγωγε.
15
τὸ γὰρ ἄλλους καλῶς πράττειν καὶ μεγάλων τυγχάνειν οὐκ ἂν οὐδέποτε λυπήσειε τὸν νοῦν ἔχοντα ἄλλως τε καὶ πρῶτον τυχόντα καὶ τὴν ἀφορμὴν ἴσως παρεσχηκότα. ὅμοιον γάρ, ὥσπερ εἴ τις αὑτῷ μόνον λάμπειν ἠξίου τὸν ἥλιον ἢ τὸν Δία ὕειν ἢ τοὺς ἀνέμους πνεῖν ἢ μηδένα ἄλλον ἀπὸ τῶν κρηνῶν δύνασθαι πιεῖν. ἀλλ’ ὁμοῦ φιλανθρωπότατος ὢν ὁ αὐτοκράτωρ καὶ συνετώτατος ἁπάντων ἐμοί τε παρέσχεν ὧν ἐγὼ ἐδεόμην καὶ ἄλλοις ὧν ἐκεῖνοι ἐδέοντο.
16
τίνος οὖν ἕνεκεν εἴρηκα πάντα τοῦτον τὸν λόγον, ὑπὲρ ἄλλων ὑμῶν βουλευομένων; ὅτι καὶ τούτου τοῦ πράγματος ἐγὼ πρότερος ἡψάμην καὶ πολλοὺς εἶπον ἐνθάδε λόγους ὑπὲρ ὁμονοίας, ἡγούμενος συμφέρειν τῇ πόλει τοῦτο καὶ κρεῖττον εἶναι μὴ διαφέρεσθαι πρὸς μηδένα ἀνθρώπων, ἥκιστα δὲ οἶμαι πρὸς τοὺς ἐγγὺς οὕτω καὶ ἀστυγείτονας. οὐ μέντοι πρὸς ἐκείνους γε ἦλθον οὐδὲ εἶπον φιλάνθρωπον οὐδὲν πρὸ τοῦ καταλλαγῆναι δημοσίᾳ τὴν πόλιν καὶ φίλους ὑμᾶς γενέσθαι. καίτοι ψήφισμά γε ἔπεμψαν εὐθὺς ἐν ἀρχῇ φιλοφρονούμενοι καὶ παρακαλοῦντες ἀφικέσθαι· καὶ πολλὰ δίκαιά μοι πρὸς αὐτοὺς ὑπῆρχεν, ὥσπερ ἄλλῳ τινὶ τῶν ἐντεῦθεν· ἀλλ’ ὅμως οὐχ ὑπέμενον φιλανθρωπεύεσθαι κατ’ ἐμαυτόν, ἀλλὰ κοινῇ μεθ’ ὑμῶν αὐτοῖς ἐβουλόμην γενέσθαι φίλος.