3
ἐπεὶ δὲ ὁ λόγος ἡμῖν ἐστιν ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὴν πατρίδα μηδὲ ἀποστερῆσαι τὴν ὑπόσχεσιν ὑμᾶς, ἣν ὑπεσχόμεθα μηδενὸς ἀναγκάζοντος, οὐδαμῶς ῥᾳδίαν οὐδὲ ὀλίγων χρημάτων, τοῦτο οἶμαι χαλεπὸν καὶ πολλῆς φροντίδος ἄξιον· οὗ γε οὐδέν ἐστι βαρύτερον οὐδὲ ὀφειλόμενον ἐπὶ πλείονι τόκῳ χάριτος. καὶ τοῦτό ἐστι τὸ, ἀναίσχυντον δάνειον καὶ πικρόν̔, ὅταν οἶμαι τῷ βραδύνειν ἡ χάρις εἰς χρέος μεταστῇ· ὃ τῷ παντὶ χαλεπώτερον ἀπαιτοῦσιν οἱ σιωπῶντες τῶν βοώντων.
4
οὐδὲν γὰρ οὕτω δύναται τοὺς ὀφείλοντας ὑμῖν τὰ τοιαῦτα ὑπομιμνήσκειν, ὡς τὸ ὑμᾶς ἐκλελῆσθαι. διὰ μὲν δὴ ταῦτα ἀναγκαῖον ἐνόμιζον γενέσθαι πρὸς τοῖς ἐμαυτοῦ καὶ μηδενὶ τῶν κοινῶν προσιέναι μηδὲ μέχρι λόγου τέως, ἕως ἂν αἴσθωμαι τοῦτο δὴ τὸ παρὰ τῷ ποιητῇ λεγόμενον· ὅ, ττι μοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
5
πρότερον γὰρ οὐδ’ ἐπ’ ὀλίγον σχολὴν ἤγαγον ἴσως διὰ τὴν ἐμαυτοῦ πολυπραγμοσύνην, ὃς δέον ἐντυχεῖν ὑμῖν καὶ φιλοφρονήσασθαι τοσοῦτο μόνον καὶ θῦσαι τοῖς θεοῖς καὶ νὴ Δία ἀναγνῶναι τὰ γράμματα τὰ τοῦ αὐτοκράτορος, ὅτι ἀναγκαῖον ἦν, ἔπειτα εὐθὺς ἀναχωρῆσαι καὶ τρέπεσθαι καθ’ αὑτόν, λόγον τινὰ εἶπον ὑπὲρ ἔργου τινός, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ τῶν ἡγεμόνων ἐσπουδακότων, ἴσως μὲν ὑμῖν, ἴσως δὲ κἀμοὶ χαρίζεσθαι βουλομένων καὶ τὴν πόλιν ἄμεινον κατασκευάζειν καὶ σεμνοτέραν ποιεῖν ἅπασαν. πρότερον γὰρ ἴστε δήπουθεν ὅτι τοῖς τοιούτοις καὶ τῶν ἀστυγειτόνων ἐλειπόμεθα.