1
Ἐνόμιζον μέν, ὧ ἄνδρες πολῖται, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ἄξειν τὴν ἅπασαν ἡσυχίαν, δεῦρο ἀφικόμενος, καὶ μὴ προσάψεσθαι μήτε ἑκὼν μήτε ἄκων μηδενὸς κοινοῦ πράγματος, δι’ ἓν μὲν ὅτι καὶ πολλοὺς ὁρῶ σὺν τοῖς θεοῖς ἀεὶ τῶν πρεσβυτέρων καὶ τῶν νεωτέρων βουλομένους καὶ δυναμένους ἐπιτροπεύειν τὴν πόλιν καὶ προΐστασθαι τῶν ὑμετέρων ὀρθῶς οὔτε τοῦ λέγειν οὔτε τοῦ πράττειν ἐνδεῶς ἔχοντας, ἔτι δὲ τῆς παρ’ ὑμῖν πολιτείας ἐμπείρους ὄντας, ἐμὲ δὲ ὑπώπτευον· τὸ γὰρ ἀληθὲς εἰρήσεται·
2
βαρύνεσθαί τινας ὡς ξένον καὶ περιττόν· ἔπειτα οἶμαι καὶ τοῦ σώματος δέον ποιήσασθαί τινα πρόνοιαν, ἐκ πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας ἀπειρηκότος, καὶ τῶν περὶ τὴν οἰκίαν, κομιδῇ φαύλως διακειμένων, ἃ τοσοῦτον ἀπολωλότα χρόνον οὐδεμιᾶς ἐπανορθώσεως τετύχηκεν. ὅπου γὰρ ἀποδημία δεσπότου χρονίσαντος ἱκανὴ διαφθεῖραι καὶ τὴν μεγίστην οὐσίαν, τί χρὴ προσδοκᾶν ἐν τοσούτοις ἔτεσι φυγῆς; ὅθεν οὐδεὶς ἂν προσεδόκησεν ἐμὲ σωθῆναι χωρὶς ὑμῶν δι’ εὐνοίας ὑπερβολήν. καίτοι μέχρι μὲν ὑπῆρχε πενίας κίνδυνος ἡμῖν, οὐδὲν ἦν δεινόν. οὐ γάρ εἰμι πρὸς τοῦτο ἀμελέτητος σχεδόν, τοσοῦτον χρόνον πλανηθεὶς οὐ μόνον ἄοικος καὶ ἀνέστιος, ἀλλὰ μηδὲ ἀκόλουθον ἕνα γοῦν ἐπαγόμενος. οὐ τοίνυν οὐδὲ τὸν υἱὸν ἤλπιζον χαλεπῶς ἂν ὑπομεῖναι πενίαν, οὐκ ὄντα ἐμοῦ χείρω τὴν φύσιν.