49
λοιπὸν δὲ εἰπεῖν ὅτι καὶ μενεῖ ταῦτα διαλλαγέντων ὑμῶν. ἤδη γάρ τινές εἰσιν οἱ καὶ τοῦτο δεδοικότες, ὧν ἀποδέχομαι τοῦ φόβου τὴν αἰτίαν, εἴ γε λέγουσιν αὐτὸ ταῖς ἀληθείαις ἐπιθυμοῦντες τῆς ὁμονοίας καὶ φοβούμενοι μὴ λυθῇ καὶ οὐ τοὐναντίον αὐτοῦ χάριν τοῦ μηδὲ ὅλως αὐτὴν γενέσθαι τοῦτο προβάλλονται. τὸ μὲν οὖν μέγιστον ὑμῖν καὶ τὸ πιστότατον τοῦ μενεῖν τὴν ὁμόνοιαν ἐνέχυρον ἔστω τὸ συμφέρειν αὐτήν. ἃ γὰρ καὶ λόγῳ παραδειχθέντα διότι συνοίσει μόνον ἤδη πείθειν ὑμᾶς ἔοικε, πῶς οὐ χρὴ τὴν ἀπὸ τῶν ἔργων ἕξειν αὐτὰ πειθὼ βεβαιοτέραν;
50
ἔτι δὲ εὔθυμός εἰμι καὶ διὰ τὸ τῆς συνηθείας ὑμᾶς δυσαπαλλάκτως ἔχειν. εἰ γὰρ ἡ στάσις τοσούτῳ χρόνῳ διὰ τὴν συνήθειαν μόνον ἐμμεμένηκεν ὑμῖν, τηλικοῦτον οὖσα κακόν, πῶς οὐχὶ καὶ τὰς διαλλαγὰς εἰκός ἐστιν ἡδίους τε οὔσας καὶ δικαιοτέρας ποιήσειν καὶ τὴν συνήθειαν ἡδίονα; καὶ φυλάττεσθαι δὲ μικρά τινα δεήσει καὶ πρὸ ἁπάντων τοὺς ἄνδρας τοὺς ἀδόξους, ἄν ποτε διαβάλλωσιν ὑμᾶς ἀλλήλοις. μὴ γὰρ ἀκούσητε αὐτῶν ἴδιόν τι θηρωμένων, εἰ βουλήσονται πάλιν αὑτοῖς γενέσθαι τινὰ χώραν. καὶ μικρῶν δὲ ἕνεκεν μὴ παροξύνεσθαι.