40
καίτοι ταῦτα πάντα καλοῦνται καὶ Μενέλαοι καὶ Ἀγαμέμνονες, καὶ οὐκ ὀνόματα μόνον ἔχουσι θεῶν καὶ ἡρώων, ἀλλὰ καὶ πρόσωπα καὶ στολάς, καὶ κελεύουσι πολλά, ὡς ἐκεῖνοι· τοῦ δὲ ποιήματος συντελεσθέντος ἀπίασι τὸ μηδὲν ὄντες. ὀνομάζεσθαί τις θέλει πρῶτος· ἔστω. πρωτεύει τις· κἂν ἄλλος ὀνομάζηται, πρῶτός ἐστιν. οὐ γὰρ τὰ ὀνόματα πίστεις τῶν πραγμάτων εἰσί, τὰ δὲ πράγματα καὶ τῶν ὀνομάτων.
41
ἔτι τοίνυν κἀκεῖνο λογίσασθε τὸ ἐκ τῆς ὁμονοίας γενησόμενον. νῦν μὲν ἕκαστοι τοὺς ἑαυτῶν ἄνδρας ἔχετε· ἂν δὲ καταλλαγῆτε, τοὺς ἀλλήλων ἕξετε· καὶ τὰς φιλοτιμίας ʽδεῖ γὰρ καὶ τούτων πόλεἰ διπλασίας τίθεσθε καὶ τὰς ὑπηρεσίας. λέγειν τις δεινός ἐστι παῤ ὑμῖν; κἀκείνους ὠφελήσει. πλούσιός τις παρ’ ἐκείνοις ἐστί; χορηγήσει καὶ παρ’ ὑμῖν. καθόλου δὲ οὐδεὶς οὔτε ἂν ἄξιος ὢν τοῦ πρωτεύειν ἐν πόλει διὰ τοῦτο εὐδοκιμήσῃ, διαβεβλήσεται παῤ ὑμῖν τῷ πρὸς ἐκείνους λέγειν ἢ παρ’ ἐκείνοις τῷ πρὸς ὑμᾶς· οὔτε ἂν φαῦλός τις ὢν καὶ τοῦ δοῦναι δίκην ἄξιος εὑρεθῇ, διαδράσεται τὴν τιμωρίαν ἀπαλλαγεὶς ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ἐνθάδε.
42
τὸ δὲ νῦν ἔχον ὥσπερ ὑφορμεῖτε ἀλλήλαις αἱ πόλεις καὶ ἔστι τοῖς ἀδικήσασι τὴν ἑτέραν πρὸς τὴν ἑτέραν καταφυγή. τῆς δὲ ὁμονοίας γενομένης ἀνάγκη καλοὺς εἶναι καὶ δικαίους ἄνδρας ἢ ἐκ τῆς Βιθυνίας ἀπαλλάττεσθαι. μέγα φρονεῖτε τῇ τοῦ πλήθους ὑπερβολῇ· πλείους ἔσεσθε. γῆν ἱκανὴν δοκεῖτε ἔχειν· πλείω τῆς ἱκανῆς ἕξετε. καθόλου πάντα μιχθέντα, καὶ καρποὶ καὶ χρήματα καὶ ἀνδρῶν ἀξίαι καὶ δυνάμεις, διπλάσια τὰ παρ’ ἀμφοτέροις γίγνεται.