38
τὰ γὰρ τοιαῦτα, ἐφ’ οἷς μέγα φρονεῖτε, παρὰ πᾶσι μὲν τοῖς ὀρθῶς ἐννοουμένοις διαπτύεται, μάλιστα δὲ παρὰ τοῖς Ῥωμαίοις γέλωτα κινεῖ καὶ καλεῖται τὸ ἔτι ὑβριστικώτερον Ἑλληνικὰ ἁμαρτήματα. καὶ γὰρ ἔστιν ἁμαρτήματα, ἄνδρες Νικομηδεῖς, ἀληθῶς, ἀλλ’ οὐχ Ἑλληνικά, εἰ μὴ κατ’ αὐτὸ τοῦτο Ἑλληνικὰ φήσει τις αὐτὰ εἶναι, καθ’ ὅσον ἐκεῖνοι δόξης ἀντεποιήσαντό ποτε καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι. τὰ δὲ ἐκείνων εἶπον ἤδη που καὶ πρότερον ὅτι μὴ κενόδοξα ἦν, ἀλλ̓ ὑπὲρ ἀρχῆς ἀληθοῦς ἀγών· εἰ μή τι νῦν δοκεῖτε αὐτοὺς ὑπὲρ τῆς προπομπείας καλῶς ἀγωνίζεσθαι, καθάπερ ἐν μυστηρίῳ τινὶ παίζοντας ὑπὲρ ἀλλοτρίου πράγματος.
39
ἂν δὲ τὸ μὲν τῆς μητροπόλεως ὑμῖν ὄνομα ἐξαίρετον ᾖ, τὸ δὲ τῶν πρωτείων κοινὸν ᾖ, τί κατὰ τοῦτο ἐλαττοῦσθε; ἐγὼ μὲν γὰρ τολμήσαιμι ἂν εἰπεῖν ὅτι κἂν πάντων ἐκστῆτε τῶν ὀνομάτων, οὐδενὸς ἐξίστασθε πράγματος. ἢ τί δοκεῖτε παρὰ τοῦτο; τὴν θάλατταν ἀναχωρήσειν ἀφ’ ὑμῶν ἢ τὴν γῆν ὑμῖν ἔσεσθαι μικροτέραν ἢ τὰς προσόδους ἐλάττονας; ἤδη ποτὲ θέας μετελάβετε; μᾶλλον δὲ μόνον οὐχὶ καθ’ ἑκάστην ἡμέραν θεᾶσθε καὶ τοὺς τραγῳδοὺς καὶ τοὺς ἄλλους, ὅσοι δοκοῦσι μὲν ἡδονῆς ἕνεκεν καὶ τέρψεως εἰς τὰς σκηνὰς παριέναι, τοὺς δὲ αἰσθανομένους τῶν γιγνομένων ὠφελοῦσιν· ἆρ’ οὖν ἐκεῖ τις ὑμῖν ἀληθῶς εἶναι δοκεῖ βασιλεὺς ἢ τύραννος ἢ θεός;