36
τὰ δὲ τῶν ἡγεμόνων νῦν μὲν ὅπως ἔχει, τί δεῖ πρὸς ἐπισταμένους λέγειν; ἢ γὰρ οὐκ ἐπαισθάνεσθε τῆς τυραννίδος, ἣν ἡ στάσις ἡ ὑμετέρα δίδωσι τοῖς ἄρχουσιν ὑμῶν; εὐθέως γὰρ ὁ βουλόμενος ἀδικῆσαι τὸ ἔθνος εἰδὼς ἥκει τί δεῖ ποιήσαντα αὐτὸν μὴ δοῦναι δίκην. ἢ γὰρ τῇ Νικαέων ἑταιρείᾳ προστίθεται καὶ τὸ μέρος τὸ ἐκείνων ἔχει βοηθοῦν ἢ τοὺς Νικομηδεῖς ἐλόμενος ὑφ’ ὑμῶν σῴζεται. καὶ φιλεῖ μὲν οὐδετέρους, δοκεῖ δὲ τοὺς ἑτέρους φιλεῖν· ἀδικεῖ δὲ πάντας. ἀδικῶν δὲ σῴζεται διὰ τοὺς μόνους οἰομένους ὑπ’ αὐτοῦ φιλεῖσθαι.
37
κατεγνώκασι δὲ ὑμῶν ἄνοιαν δημοσίᾳ, καὶ χρῶνται καθάπερ τοῖς παιδίοις ὑμῖν, οἷς πολλάκις ἀντὶ τῶν μεγίστων προτείνεται τὰ μικρότατα· κἀκεῖνα διὰ τὴν ἄγνοιαν τῶν ὡς ἀληθῶς μεγάλων καὶ διὰ τὴν πρὸς τὰ ἐλάχιστα ἡδονὴν χαίρει τῷ μηδενί· καὶ ὑμῖν οὕτως ἀντὶ δικαιοσύνης, ἀντὶ τοῦ μὴ συλᾶσθαι τὰς πόλεις μηδὲ ἀφαιρεῖσθαι τοὺς ἀνθρώπους τῶν ἰδίων, ἀντὶ τοῦ μὴ ὑβρίζειν αὐτοὺς εἰς ὑμᾶς, ἀντὶ τοῦ μὴ παροινεῖν, προτείνουσιν ὀνόματα καὶ ἢ εἶπον ὑμᾶς πρώτους ἢ ἔγραψαν· εἶτά εἰσιν ἀκίνδυνοι τὸ λοιπὸν ὑμῖν ὡς ἐσχάτοις χρώμενοι.