21
τὸ μὲν οὖν πρῶτον, ἄνδρες Νικομηδεῖς, τὰς αἰτίας τῆς στάσεως ἴδωμεν. εἰ μὲν γὰρ τηλικαῦτά ἐστιν, ὥστ’ ἄξιον εἶναι πολεμεῖν πόλεμον οὐ σύντομον, οἷος ἄν τοῖς ὅπλοις ἐγίγνετο καὶ παρηγορίαν εἶχε τὸ τάχος τῆς διακρίσεως, ἀλλὰ μακρὸν καὶ ἄπαυστον, ὥστε αὐτὸν ὑπολείπεσθαι καὶ τοῖς παισὶ καὶ τοῖς ἐκγόνοις καὶ μηδέποτε σχεῖν ἐλπίδα καταλλαγῆς· ἀγωνιζώμεθα καὶ στασιάζωμεν καὶ πράγματα παρέχωμεν ἀλλήλοις, ὅσα ἔνεστι παρέχειν, ἀχθόμενοι διότι μὴ καὶ πλείω δυνάμεθα. εἰ δὲ μάλιστα μὲν οὐδέν ἐστι τὸ ἆθλον τούτου τοῦ κακοῦ, τὰ δὲ δοκοῦντα εἶναι καὶ μικρά ἐστι καὶ φαῦλα καὶ οὐδ’ ἰδιώτας ὑπὲρ αὐτῶν στασιάζειν ἄξιόν ἐστιν, οὐχ ὅπως πόλεις τηλικαύτας· μὴ πάσχωμεν ὅμοιόν τι τοῖς ἄφροσι τῶν παίδων, οἵτινες αἰδούμενοι μὴ δοκῶσι μάτην ὀργίζεσθαι τοῖς πατράσιν ἢ ταῖς μητράσιν οὐ βούλονται καταλλάττεσθαι ῥᾳδίως.
22
ὑπὲρ μὲν οὖν γῆς ἢ θαλάττης οὐδὲ μαχόμεθα, ἀλλὰ θαλάττης μὲν οὐδ’ ἀντιποιοῦνται πρὸς ὑμᾶς οἱ Νικαεῖς, ἀλλ’ ἡδέως, ὥστε μηδεμίαν παρέχειν μάχην, διακέκρινται. καὶ μὴν οὐδὲ ὑπὲρ προσόδων ἀγωνιζόμεθα, ἀλλὰ ἑκάστοις ἀπόχρη τὰ οἰκεῖα· καὶ ταῦτα δὲ τυγχάνει διωρισμένα, καὶ μήν γε καὶ τἄλλα πάντα, ὥσπερ ἐν εἰρήνῃ καὶ φιλίᾳ. καὶ καρπῶν εἰσιν ἀντιδόσεις καὶ γάμων ἐπιμιξίαι καὶ ἀπ̓ αὐτῶν καὶ συγγένειαι πολλαί τινες ἤδη γεγενημέναι· καὶ προξενίας δὲ ἔχομεν καὶ φιλίας ἰδιωτικάς. θεούς τε τοὺς αὐτοὺς νομίζετε καὶ τὰς ἑορτὰς τὰς πλείστας ὁμοίως ἄγετε. καὶ μὴν οὐδὲ ὑπὲρ τῶν ἐθῶν οὐκ ἔστιν οὐδεμία ὑμῖν μάχη. τούτων δὲ ἁπάντων οὐκ ἔχθρας παρεχόντων αἰτίαν, ἀλλὰ τοὐναντίον φιλίας καὶ ὁμονοίας, μαχόμεθα.