13
καὶ ἐπί γε ᾧ τις ἂν καὶ μάλιστα φθονήσειεν αὐτοῖς, ἐκεῖνό ἐστιν ὅτι πάντα τὰ κακὰ λυπεῖ τοὺς ἀνθρώπους ὁποῖά ἐστιν ἐπισταμένους. εἰ μὲν οὖν τις ἐρωτήσειεν ἕνα ἄνδρα ἢ πολλοὺς ὁμοῦ περὶ τῶν ὀνομάτων αἰτῶν, ἐν ποίῳ δὴ μέρει τὰ τοιαῦτα κατατάττεται, πόλεμοι καὶ στάσεις καὶ νόσοι καὶ τὰ τούτοις ὁμότροπα, οὐδὲν ἂν μελλήσας ἀποκρίναιτο οὐδεὶς ὅτι ταῦτα ἐν τοῖς κακοῖς τάττεται καὶ οὕτως ὡς ἔχει καὶ νενόμισται καὶ καλεῖται κακά.
14
τὰ δ’ ἐναντία τούτοις, εἰρήνη καὶ ὁμόνοια καὶ ὑγεία, καὶ ταῦτα οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ἀγαθὰ καὶ εἶναι καὶ λέγεσθαι. φανερᾶς δὲ οὕτως οὔσης τῆς μάχης τῶν κακῶν καὶ τῶν ἀγαθῶν, ὅμως εἰσί τινες, μᾶλλον δὲ πολλοί, οἵτινες τῶν κακῶν τοῖς ὁμολογουμένοις χαίρομεν. καὶ περὶ δὲ τῆς νεὼς πάντες οἱ πλέοντες ἐπιστάμενοι διότι μία αὕτη ἐστὶ σωτηρία, τὸ τοὺς ναύτας ὁμονοεῖν καὶ τῷ κυβερνήτῃ πείθεσθαι, γενομένης δὲ στάσεως ἐν αὐτῇ καὶ ἀπειθείας διότι καὶ τὰ δεξιὰ πολλάκις τῶν πνευμάτων εἰς ἐναντίον τῇ νηὶ περιίσταται καὶ τῶν λιμένων ἀποτυγχάνουσιν ἐγγὺς ὄντων, ὅμως στασιάζουσιν ἔστιν ὅτε ὑπὸ ἀφροσύνης οἱ ναῦται, καὶ τοῦτο ἀπόλλυσιν αὐτοὺς ἐπισταμένους τοῦ ὀλέθρου τὴν αἰτίαν.