4
ὅτι μὲν οὖν, ἐὰν ὑπομείνητε τὴν συμβουλίαν, πεισθήσεσθέ μοι περὶ ὧν συμβουλεύων πάρειμι, καὶ δὴ σφόδρα θαρρῶ. τὸ δὲ δύσκολον τοῦτ̓ ἔστι, τὸ μήτε φορτικὴν ὑμᾶς ἡγήσασθαι τὴν ἀκρόασιν τὴν περὶ τοῦ πράγματος μήτε περιττὴν μήτε ἄκαιρον. ἵνα οὖν μοι μὴ ταῦτα προαπαντήσῃ παρ’ ὑμῶν, Τί δὲ συμβουλεύεις σὺ περὶ ὧν ἡμεῖς τὴν ἀρχὴν οὐδὲ βουλευόμεθα; Τί δὲ σεαυτῷ λόγου μεταδίδως, οὗ σοὶ μὴ μετέδομεν ἡμεῖς; Διὰ τί δὲ τοσούτων πεπολιτευμένων παῤ ἡμῖν ἀνδρῶν ἐπιχωρίων, εἰσποιητῶν, ῥητόρων, φιλοσόφων, γερόντων, νέων, οὐδέποτε οὐδεὶς ἐτόλμησεν ἡμῖν συμβουλεῦσαι ταύτην τὴν συμβουλίαν;
5
αἴτημα θέλω ποιήσασθαι τοῦτο αὐτὸ παρ’ ὑμῶν, ἄνδρες Νικομηδεῖς, καὶ χαρίσασθέ μοι καὶ ὑπομείνατε, ἀκοῦσαι λόγου περιττοῦ καὶ ἀκαίρου καὶ μὴ πείσοντος ὑμᾶς. καὶ οὐδὲ μεγάλην εἶναι νομίζω τὴν δωρεάν· εἴτε γὰρ πεισθήσεσθε, ἄξιόν ἐστιν ἀκοῦσαι τοῦ τὰ λυσιτελῆ λέγοντος· εἴτε ἐφ’ ὑμῖν ἀπόκειται τὸ πεισθῆναι, τί τοῦτο δύσκολόν ἐστιν, ἀνδρὶ φίλῳ λόγου μεταδοῦναι βουλομένῳ μάτην εἰπεῖν. καὶ τί δὴ τοῦτό ἐστιν, ὑπὲρ οὗ μέλλω μὲν συμβουλεύειν, ὀνομάσαι δὲ αὐτὸ ὀκνῶ; τὸ μὲν ὄνομα οὐκ ἀηδές, ὦ ἄνδρες Νικομηδεῖς, οὔτε ἐν ταῖς οἰκίαις οὔτε ἐν ταῖς συγγενείαις οὔτε ἐν ταῖς φιλίαις οὔτε ἐν ταῖς πόλεσιν οὔτε ἐν τοῖς ἔθνεσιν.