2
τοῦτο δὲ εἰ μὲν οὐκ ἔστι τοιοῦτον, ὑμεῖς τε τῆς περὶ ἐμὲ σπουδῆς διημάρτετε ἐγώ τε ἔοικα μάτην ὑπακούσας ὑμῖν ἐπ̓ ἐλπίδι τοῦ γενήσεσθαι τῇ πόλει χρήσιμος, οὐ ποιουμένων μου χρείαν ὑμῶν, εἰς ἣν μόνον ἐπιτήδειός εἰμι. εἰ δὲ πάσαις μὲν ταῖς πόλεσι, μᾶλλον δὲ ταῖς μεγάλαις, δεῖ μὲν καὶ τῶν πλουσίων, ἵνα καὶ χορηγῶσι καὶ φιλοτιμῶνται ταυτὶ τὰ νενομισμένα δαπανήματα, δεῖ δὲ καὶ κολάκων ἀνδρῶν, ἵνα δημαγωγοῦσιν αὐτοῖς ἥδωνται· δεῖ δὲ καὶ συμβούλων, ἵνα σῴζωνται ταῖς πολιτείαις, κἀγὼ καθ’ ὅσον μοι δυνατὸν οὐκ ὀκνήσω περὶ τῶν μεγίστων συμβουλεύων ὠφελεῖν τὴν πόλιν.
3
ἔστι μὲν οὖν καὶ ἄλλα τινὰ παρ’ ὑμῖν ἐπαναρθώσεως ἄξια καὶ κατὰ μέρος αὐτῶν ποιήσομαι τὴν θεραπείαν, ἂν τἀληθῆ λέγων πιστευθῶ περὶ τῶν μειζόνων. τί δὲ παθὼν ἢ τί βουλόμενος οὐχ ὑπὲρ τῶν μικροτέρων συμβουλεύω πρότερον, οὐδὲ ἐν ἐκείνοις ἀποπειρῶμαι τοῦ δήμου τῆς εὐπειθείας, ἀλλ’ εὐθὺς ἀξιῶ κινδυνεύειν περὶ τοῦ μεγίστου συμβουλεύων πράγματος; ὅτι πολλῷ μοι δοκεῖ ῥᾷον εἶναι πεῖσαι περὶ τῶν μεγίστων ἢ τῶν μικροτέρων καὶ φαύλων. τῶν μὲν γὰρ ἔξεστι καὶ καταφρονῆσαι τῆς ἀπ’ αὐτῶν γιγνομένης βλάβης, ὁ δὲ χωρὶς ὧν ἀμήχανόν ἐστιν αὐτῷ σῴζεσθαι, περὶ τούτων οὐκ ἐθελήσας πεισθῆναι δῆλός ἐστιν ὑπὲρ τῶν μικροτέρων οὐδὲ ἀκουσόμενος.