37
καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τὸν ὑφ’ ὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ τῶν εἰκόνων ἀναθέσει. ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ἤιδειν θνητὸν γεγεννηκώς.ʽ ἀλλ̓ οὖν ᾔδειν ὅτι τούτων τῶν ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατ’ ἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν τοῦ χρόνου·
38
ὁ δὲ ποιητὴς ἄλλως ἐκόμπαζεν ὁ τοῦτο τὸ ἐπίγραμμα ποιήσας, ὅ φασιν ἐπὶ τῷ Μίδα σήματι γεγράφθαι· χαλκῆ παρθένος εἰμί. Μίδα δ’ ἐπὶ σήματι κεῖμαι, ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται.
39
ἀλλ’ ὦ παρθένε αὐτάγγελε, τοῦ μὲν ποιητοῦ ἀκούομεν, σὲ δὲ ζητοῦντες οὐχ εὕρομεν οὐδὲ τὸ σῆμα τὸ Μίδου. ὕδατα δὲ ἐκεῖνα καὶ δένδρα ἔτι μὲν νάει τε καὶ θάλλει, χρόνῳ δὲ καὶ ταῦτα μετὰ τῶν ἄλλων ἔοικεν ἐπιλείψειν, ὡς Μίδας, ὡς παρθένος. ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ ἦν, ἵππῳ δὲ Πόδαργος, καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τίς οὖν οὐκ οἶδεν Ἑλλήνων οὐχ ὅτι τὸν ἵππον, ἀλλ’ αὐτὸν τὸν Ἱππαίμονα; δοκῶ μὲν οὐδὲ Μαγνήτων, ὅθεν ἦν Ἰππαίμων. οὗτος μὲν οὖν φροῦδος ἐξ ἀνθρώπων αὐτῷ Βάβητι καὶ Ποδάργῳ.