29
ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δ’ ὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ· καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων. καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν. ὥσπερ γὰρ τῶν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος ᾖ τις ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὲ καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, ἐφ’ ὃν ἐστάθησαν· ἔστι δὲ οὗτος πᾶς ὁ λοιπὸς χρόνος.
30
ἢ τί διοίσετε τῶν τοὺς πηλίνους πλαττόντων; τί δὲ καλὸν ἕξετε λέγειν πρὸς τοὺς ἀπαιτοῦντας ὑμᾶς τὸν λόγον τοῦ τὰς μὲν τιμὰς εἶναι παρ’ ὑμῖν θνητάς, τὰς δὲ ἀτιμίας ἀθανάτους; εἰ τοίνυν οὐδὲν αἰσχρὸν τοῦτό ἐστι, καίπερ ὂν δεινόν, οὐ κομιδῇ τετυφωμένης πολιτείας ἀνδριάντες ἐπέτειοι, ὥσπερ οἱ καρποί; οὓς γὰρ οὐχ ἵν’ εὐθὺς ἐκλείπωσιν, ἀλλ’ ὅπως πλεῖστον χρόνον παραμείνωσι, χαλκοῦς ἵστατε, τούτους ἀποφαίνετε καὶ τῶν κηρίνων μαλακωτέρους.
31
ἢ νὴ Δἴ ὅτι ὀφθῆναι πονηροὺς ὕστερον συνέβη; εἰ μὲν ὕστερον γεγόνασιν, οὐκ ἀφίησι τὴν πόλιν τῆς αἰτίας· οὐ γὰρ τῶν μελλόντων, ἀλλὰ τῶν παρῳχηκότων ὑμεῖς δίδοτε τὰς τιμάς. εἰ δὲ πρότερον ὢν τοιοῦτος ὕστερον κατωπτεύθη, ποτέρως ἂν οἴεσθε μᾶλλον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ ποτέρως ἂν τοὺς εὖ βουλομένους ὑμᾶς ποιεῖν προκαλέσασθαι, τὴν κρίσιν ἀνάδικον ποιήσαντες ἢ τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες; ἐγὼ μὲν οὕτως ἡγοῦμαι. τὸ μὲν γὰρ ἠτυχηκότων, τὸ δὲ βεβαίων ἐστὶν ἀνθρώπων.