20
τὸ δ’ ἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν; οὐ μὲν οὖν στρόβιλος ἢ πρηστὴρ ἢ σκηπτὸς ἐμπεσών σείων καὶ κεραυνὸν ἰθύνων. εἰ δ’ ἔστι τις κρίσις ἀνδριάντος, οἵαν φασὶν ἐν Συρακούσαις γενέσθαι — ὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι· Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ἐν πολλοῖς πολέμοις πρὸς Καρχηδονίους καὶ τοὺς ἄλλους βαρβάρους τοὺς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν κατοικοῦντας ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα·
21
ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας ʽοἱ δὲ πολλοὶ ἦσαν παρ’ αὐτοῖς χαλκοῦ πεποιημένοἰ συγκόψαι κρίσιν γε ἐν αὐτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι καὶ ὅστις οὔ· καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων ὁ Δεινομένους· οἱ δ’ ἄλλοι πάντες κατεκόπησαν, πλὴν ἄρα Διονυσίου τοῦ πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου περικειμένων —
22
εἰ δὲ γένοιτο καὶ παρ’ ὑμῖν ψήφισμά τι τοιοῦτον, ἀνδριάντων εὐθύνας εἶναι — μᾶλλον δ’ εἰ θέλετε καθάπερ ἐψηφισμένον γε τοῦτο καὶ ἀγῶνος ἐνεστηκότος, δότε μοι, δότε τοὺς λόγους ὑπὲρ αὐτοῦ πρὸς ὑμᾶς οἷον ἐν δικαστηρίῳ ποιήσασθαι. ἄνδρες δικασταί, ἅπαντά φασι δεῖν προσδοκᾶν ἐν τῷ μακρῷ χρόνῳ· οὗτος δ’ ἐν τῷ βραχεῖ κινδυνεύει τεθῆναι μὲν ὡς ἄριστος Ἑλλήνων, ἐκπεσεῖν δ’ ὡς πονηρότατος.