18
τίνα δὲ εἰκὸς οὕτως εἶναι φιλάνθρωπον ἢ ὅστις πλείστων μὲν ἀνθρώπων ἐγκρατής ἐστι, μάλιστα δὲ ὑπὸ ἀνθρώπων θαυμάζεται; δεινὸν γάρ, εἰ οἱ ἀλλοφύλων καὶ ἀγρίων ἄρχοντες θηρίων εὐνούστεροι εἷεν τοῖς ἀρχομένοις τοῦ βασιλεύοντος ἀνθρώπων ἡμέρων καὶ ὁμοφύλων.
19
καὶ μέντοι καὶ φιλοῦσι καὶ ἀνέχονται μάλιστα πάντων ἀγέλαι μὲν νομεῖς, ἵπποι δὲ ἡνιόχους· κυνηγέται δὲ ὑπὸ κυνῶν φυλάσσονται καὶ ἀγαπῶνται, καὶ τὰ ἄλλα οὕτως ἀγαπᾷ τὰ ἀρχόμενα τοὺς ἄρχοντας.
20
πῶς οὖν εἰκὸς τὰ μὲν ἄφρονα καὶ ἀγνώμονα εἰδέναι καὶ φιλεῖν τοὺς ἐπιμελουμένους, τὸ δὲ πάντων συνετώτατον καὶ μάλισταἀποδοῦναι χάριν ἐπιστάμενον ἀγνοεῖν καὶ ἐπιβουλεύειν; ἀλλὰ γὰρ ἀνάγκη τὸν ἥμερον καὶ φιλάνθρωπον βασιλέα μὴ μόνον φιλεῖσθαι ὑπʼ ἀνθρώπων, ἀλλὰ καὶ ἐρᾶσθαι. ταῦτʼ οὖν εἰδὼς καὶ φύσει τοιοῦτος ὤν, ἵλεων καὶ πρᾷον παρέχει τὴν ψυχὴν πᾶσιν, ἅτε πάντας ἡγούμενος εὔνους καὶ φίλους.
21
καὶ μὲν δὴ οἴεται δεῖν πλέονἔχειν διὰ τὴν ἀρχὴν οὐ τῶν χρημάτων οὐδὲ τῶν ἡδονῶν, ἀλλὰ τῆς ἐπιμελείας καὶ τῶν φροντίδων· ὥστε καὶ φιλόπονος μᾶλλόν ἐστιν ἢ πολλοὶ τῶν ἄλλων φιλήδονοι καὶ φιλοχρήματοι. ἐπίσταται γὰρ ὅτι αἱ μὲν ἡδοναὶ τοὺς ἀεὶ συνόντας τά τε ἄλλα λυμαίνονται καὶ ταχὺ ποιοῦσιν ἀδυνάτους πρὸς αὑτάς, οἱ δὲ πόνοι τά τε ἄλλα ὠφελοῦσι καὶ ἀεὶ μᾶλλον παρέχουσι δυναμένους πονεῖν.