28
κἀγὼ σφόδρα γε ἥσθην τῇ ἁπλότητι τοῦ πρεσβύτου, καὶ γελάσας εἶπον, Ὦ φίλε Ἱεροσῶν, εἴ με ἐκέλευες χθὲς εἰσβεβληκότων ὑμῖν τῶν πολεμίων λαβόντα ὅπλα ὥσπερ τὸν Ἀχιλλέα μάχεσθαι, τὸ μὲν ἕτερον ἐπείσθην ἄν, πειρώμενος ἀμύνεσθαι ὑπὲρ ἀνδρῶν φίλων, τὸ δὲ ἕτερον οὐκ ἂν οἶμαι ἐδυνάμην, καίτοι σφόδρα βουλόμενος, ὁμοίως τῷ Ἀχιλλεῖ ἀγωνίζεσθαι. καὶ νῦν ὧν κελεύεις ποιήσω τὸ ἕτερον, προθυμήσομαι εἰπεῖν τὸν λόγον, ὡς ἂν ἐγὼ δύνωμαι κατ’ ἐμαυτόν· ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔτε Πλάτωνι οὔτε Ὁμήρῳ. οὐ γάρ τοι οὐδὲ τῷ Εὐρύτῳ φησὶ συνενεγκεῖν ὁ ποιητὴς ὅτι ἤριζε πρὸς τοὺς κρείττονας. οὐ μέντοι σπουδῆς γε, ἔφην, οὐδὲν ἀπολείψομεν.
29
ταῦτα δὲ εἰπὼν πρὸς ἐκεῖνον οὐδὲν ἧττον ὑπεκίνουν καὶ ἀνεφερόμην τρόπον τινὰ ἀναμνησθεὶς Πλάτωνός τε καὶ Ὁμήρου. τὸ μὲν δὴ τῆς πόλεως οὕτως, ἔφην, δεῖ ἀκούειν ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν· ἐναντίον γὰρ ἂν ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ἥν, ὥσπερ οὖν εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο· ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν κυρίως εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις·