24
ἐγὼ μὲν οὖν πρός τι τοιοῦτον ὥρμων τῷ λόγῳ. μεταξὺ δὲ τῶν παρόντων εἷς ἐφθέγξατο εἰς τὸ μέσον, ὅσπερ ἦν πρεσβύτατος αὐτῶν καὶ μέγιστον ἀξίωμα ἔχων, εἶπε δὲ πάνυ εὐλαβούμενος, Μηδαμῶς, ὦ ξένε, ἄγροικον μηδὲ βαρβαρικὸν ἡγήσῃ τὸ τοιοῦτον, ὅτι μεταξὺ λέγοντί σοι ἐμποδὼν ἐγενόμην. παρ’ ὑμῖν μὲν γὰρ οὐκ ἔθος ἐστὶ τὸ τοιοῦτο διὰ τὸ πολλὴν ἀφθονίαν εἶναι τῶν ἐκ φιλοσοφίας λόγων καὶ περὶ παντὸς ὅτου ἂν ἐπιθυμῇ τις ἐξεῖναι παρὰ πολλῶν ἀκοῦσαι· παρ’ ἡμῖν δὲ ὥσπερ τέρας τι τοῦτο πέφηνε τὸ σὲ ἡμῖν ἀφικέσθαι.
25
τὸ δὲ λοιπὸν σχεδόν τι δεῦρο ἀφικνοῦνται ὀνόματι Ἕλληνες, τῇ δὲ ἀληθείᾳ βαρβαρώτεροι ἡμῶν, ἔμποροι καὶ ἀγοραῖοι, ῥάκη φαῦλα καὶ οἶνον πονηρὸν εἰσκομίζοντες καὶ τά γε παρ’ ἡμῶν οὐδὲν βελτίω τούτων ἐξαγόμενοι. σὲ δὲ αὐτὸς ἡμῖν ὁ Ἀχιλλεὺς ἔοικε δεῦρο ἀπὸ τῆς νήσου διαπέμψαι, καί σε πάνυ μὲν ἡδέως ὁρῶμεν, πάνυ δὲ ἡδέως ἀκούομεν ὅ,τι ἂν λέγῃς. οὐ μέντοι πολύν τινα χρόνον ἡγούμεθα ἔσεσθαι τοῦτον οὐδὲ βουλόμεθα, ἀλλά σε εὖ πράξαντα οἴκαδε κατελθεῖν τὴν ταχίστην.