19
οἱ δὲ πεπαιδευμένοι τοῦτο φροντίζουσιν, ὅπως καὶ τὴν δύναμιν εἴσονται ἑκάστου οὗ λέγουσιν· οἷον τὸ τοῦ ἀνθρώπου ὄνομα πάντες οὕτω λέγουσιν οἱ ἑλληνίζοντες, ἐὰν δὲ πύθῃ τινὸς αὐτῶν ὅ,τι ἐστὶ τοῦτο, λέγω δὲ ὁποῖόν τι καὶ καθ’ ὃ μηδενὶ τῶν ἄλλων ταὐτόν, οὐκ ἂν ἔχοι εἰπεῖν ἀλλ̓ ἢ δεῖξαι μόνον αὑτὸν ἢ ἄλλον, ὥσπερ οἱ βάρβαροι. ὁ δὲ ἔμπειρος τῷ πυνθανομένῳ τί ἐστιν ἄνθρωπος ἀποκρίνεται ὅτι ζῷον λογικὸν θνητόν. τὸ γὰρ τοῦτο εἶναι μόνῳ ἀνθρώπῳ συμβέβηκε καὶ οὐδενὶ ἄλλῳ.
20
οὕτως οὖν καὶ τὴν πόλιν φασὶν εἶναι πλῆθος ἀνθρώπων ἐν ταὐτῷ κατοικούντων ὑπὸ νόμου διοικούμενον. ἤδη οὖν δῆλον ὅτι τῆς προσηγορίας ταύτης οὐδεμιᾷ προσήκει τῶν καλουμένων πόλεων τῶν ἀφρόνων καὶ ἀνόμων. οὔκουν οὐδὲ περὶ Νίνου εἴη ἂν ὁ ποιητὴς ὡς περὶ πόλεως εἰρηκώς, ἀφραινούσης γε αὐτῆς. ὥσπερ γὰρ οὐδὲ ἄνθρωπος ἐκεῖνός ἐστιν ᾧ μὴ πρόσεστι τὸ λογικόν, οὕτως οὐδὲ πόλις, ᾗ μὴ συμβέβηκε νομίμῳ εἶναι. νόμιμος δὲ οὐκ ἂν εἴη ποτὲ ἄφρων καὶ ἄκοσμος οὖσα.
21
ἴσως οὖν ζητήσαι ἄν τις, εἰ ἐπειδὰν οἱ ἄρχοντες καὶ προεστῶτες ὦσι φρόνιμοι καὶ σοφοί, τὸ δὲ λοιπὸν πλῆθος διοικῆται κατὰ τὴν τούτων γνώμην νομίμως καὶ σωφρόνως, τὴν τοιαύτην χρὴ καλεῖν σώφρονα καὶ νόμιμον καὶ τῷ ὄντι πόλιν ἀπὸ τῶν διοικούντων· ὥσπερ χορὸν ἴσως φαίημεν ἂν μουσικόν, τοῦ κορυφαίου μουσικοῦ ὄντος, τῶν δὲ ἄλλων ἐκείνῳ συνεπομένων καὶ μηδὲν παρὰ μέλος φθεγγομένων ἢ σμικρὰ καὶ ἀδήλως.