11
Τοῦτο μέν, ἔφην, ἀπολελαύκασιν οἱ ποιηταὶ αὐτῶν ἀπʼ Ὁμήρου ὥσπερ ἀπὸ ὀφθαλμίας. τὸν δὲ Φωκυλίδην ὑμεῖς μὲν οὐκ ἐπίστασθε, ὡς λέγεις· πάνυ δὲ τῶν ἐνδόξων γέγονε ποιητῶν. ὥσπερ οὖν ἐπειδάν τις τῶν ἐμπόρων καταπλεύσῃ πρὸς ὑμᾶς οὐ πρότερον παρα γεγονώς, οὐκ εὐθὺς ἠτιμάσατε αὐτόν, ἀλλὰ πρότερον γευσάμενοι τοῦ οἴνου, κἂν ἄλλο τι φορτίον ἄγῃ, δεῖγμα λαβόντες, ἐὰν μὲν ἀρέσῃ ὑμᾶς, ὠνεῖσθε, εἰ δὲ μή, ἐᾶτε· οὕτως, ἔφην, καὶ τῆς τοῦ Φωκυλίδου ποιήσεως ἔξεστί σοι λαβεῖν δεῖγμα ἐν βραχεῖ. καὶ γάρ ἐστιν οὐ τῶν μακράν τινα καὶ συνεχῆ ποίησιν εἰρόντων,
12
ὥσπερ ὁ ὑμέτερος μίαν ἑξῆς διέξεισι μάχην ἐν πλείοσιν ἢ πεντακισχιλίοις ἔπεσιν, ἀλλὰ κατὰ δύο καὶ τρία ἔπη αὐτῷ καὶ ἀρχὴν ἡ ποίησις καὶ πέρας λαμβάνει. ὥστε καὶ προστίθησι τὸ ὄνομα αὐτοῦ καθ’ ἕκαστον διανόημα, ἅτε σπουδαῖον καὶ πολλοῦ ἄξιον ἡγούμενος, οὐχ ὥσπερ Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως ὠνόμασεν αὑτόν.
13
ἢ οὐ δοκεῖ σοι εἰκότως προσθεῖναι Φωκυλίδης τῇ τοιαύτῃ γνώμῃ καὶ ἀποφάσει, καὶ τόδε Φωκυλίδου· πόλις ἐν σκοπέλῳ κατὰ κόσμον οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης. ἀλλ’ οὐ πρὸς ὅλην Ἰλιάδα καὶ Ὀδύσσειαν ταῦτα τὰ ἔπη ἐστὶ τοῖς μὴ παρέργως ἀκροωμένοις; ἢ μᾶλλον ὑμῖν ἀκούειν συνέφερε περὶ τῶν τοῦ Ἀχιλλέως πηδήσεών τε καὶ ὀρούσεων καὶ τῆς φωνῆς, ὅτι μόνον φθεγξάμενος ἔτρεπε τοὺς Τρῶας, ταῦτα μᾶλλον ὠφελεῖ ὑμᾶς ἐκμανθάνοντας ἢ ἐκεῖνο, ὅτι ἡ σμικρὰ πόλις ἐν τραχεῖ σκοπέλῳ κειμένη κρείττων ἐστὶ καὶ εὐτυχεστέρα κατὰ κόσμον οἰκοῦσα ἢ μεγάλη ἐν λείῳ καὶ πλατεῖ πεδίῳ, ἐάνπερ ἀκόσμως καὶ ἀνόμως ὑπὸ ἀνθρώπων ἀφρόνων οἰκῆται;