9
εἰδὼς οὖν αὐτὸν φιλόμηρον ὄντα περὶ τούτου εὐθὺς ἐπυνθανόμην. σχεδὸν δὲ καὶ πάντες οἱ Βορυσθενῖται περὶ τὸν ποιητὴν ἐσπουδάκασιν ἴσως διὰ τὸ πολεμικοὶ εἶναι ἔτι νῦν, εἰ μὴ ἄρα καὶ διὰ τὴν πρὸς τὸν Ἀχιλλέα εὔνοιαν· τοῦτον μὲν γὰρ ὑπερφυῶς τιμῶσι, καὶ νεὼν τὸν μὲν ἐν τῇ νήσῳ τῇ Ἀχιλλέως καλουμένῃ ἵδρυνται, τὸν δὲ ἐν τῇ πόλει· ὥστε οὐδὲ ἀκούειν ὑπὲρ οὐδενὸς ἄλλου θέλουσιν ἢ Ὁμήρου. καὶ τἄλλα οὐκέτι σαφῶς ἑλληνίζοντες διὰ τὸ ἐν μέσοις οἰκεῖν τοῖς βαρβάροις ὅμως τήν γε Ἰλιάδα ὀλίγου πάντες ἴσασιν ἀπὸ στόματος.
10
εἶπον οὖν προσπαίζων πρὸς αὐτόν, Πότερόν σοι δοκεῖ, ὦ Καλλίστρατε, ἀμείνων ποιητὴς Ὅμηρος ἢ Φωκυλίδης; καὶ ὃς γελάσας ἔφη, Ἀλλ̓ οὐδὲ ἐπίσταμαι ἔγωγε τοῦ ἑτέρου ποιητοῦ τὸ ὄνομα, οἶμαι δὲ μηδὲ τούτων μηδένα. οὐδὲ γὰρ ἡγούμεθα ἡμεῖς ἄλλον τινὰ ποιητὴν ἢ Ὅμηρον. τοῦτον δὲ σχεδόν τι οὐδὲ ἄλλος οὐδεὶς ἀγνοεῖ. μόνου γὰρ Ὁμήρου μνημονεύουσιν οἱ ποιηταὶ αὐτῶν ἐν τοῖς ποιήμασιν, καὶ ἄλλως μὲν εἰώθασι λέγειν, ἀεὶ δὲ ὁπόταν μέλλωσι μάχεσθαι παρακελεύονται τοῖς αὑτῶν ὥσπερ τὰ Τυρταίου ἐν Λακεδαίμονι ἐλέγετο. εἰσὶ δὲ πάντες οὗτοι τυφλοὶ καὶ οὐχ ἡγοῦνται δυνατὸν εἶναι ἄλλως τινὰ ποιητὴν γενέσθαι.