2
τοῦτο δέ ἐστι τῆς χώρας ὀξὺ καὶ στερεὸν ὥσπερ ἔμβολον, περὶ ὃ συμπίπτουσιν οἱ ποταμοί. τὸ δὲ ἐντεῦθεν ἤδη λιμνάζουσι μέχρι θαλάττης ἐπὶ σταδίους σχεδόν τι διακοσίους· καὶ τὸ εὖρος οὐχ ἧττον ταύτῃ τῶν ποταμῶν. ἔστι δὲ αὐτοῦ τὸ μὲν πλέον τέναγος καὶ γαλήνη ταῖς εὐδίαις ὥσπερ ἐν λίμνῃ γίγνεται σταθερά. ἐν δὲ τοῖς δεξιοῖς φαίνεται ποταμός, καὶ τεκμαίρονται οἱ εἰσπλέοντες ἀπὸ τοῦ ῥεύματος τὸ βάθος. ὅθενπερ καὶ ἐξίησι, διὰ τὴν ἰσχὺν τοῦ ῥοῦ· εἰ δὲ μή, ῥᾳδίως ἂν ἐφράττετο τοῦ νότου πολλοῦ κατὰ στόμα εἰσπνέοντος.
3
τὸ δὲ λοιπὸν ᾐών ἐστιν ἑλώδης καὶ δασεῖα καλάμῳ καὶ δένδροις. φαίνεται δὲ τῶν δένδρων πολλὰ καὶ ἐν μέσῃ τῇ λίμνῃ, ὡς ἱστοῖς προσεοικέναι, καὶ ἤδη τινὲς τῶν ἀπειροτέρων διήμαρτον, ὡς ἐπὶ πλοῖα ἐπέχοντες. ταύτῃ δὲ καὶ τῶν ἁλῶν ἐστι τὸ πλῆθος, ὅθεν οἱ πλείους τῶν βαρβάρων λαμβάνουσιν ὠνούμενοι τοὺς ἅλας καὶ τῶν Ἑλλήνων καὶ Σκυθῶν οἱ Χερρόνησον οἰκοῦντες τὴν Ταυρικήν. ἐκδιδόασι δὲ οἱ ποταμοὶ εἰς θάλασσαν παρὰ φρούριον Ἀλέκτορος, ὃ λέγεται τῆς γυναικὸς εἶναι τοῦ Σαυροματῶν βασιλέως.
4
ἡ δὲ πόλις ἡ τῶν Βορυσθενιτῶν τὸ μέγεθός ἐστιν οὐ πρὸς τὴν παλαιὰν δόξαν διὰ τὰς συνεχεῖς ἁλώσεις καὶ τοὺς πολέμους. ἅτε γὰρ ἐν μέσοις οἰκοῦσα τοῖς βαρβάροις τοσοῦτον ἤδη χρόνον, καὶ τούτοις σχεδόν τι τοῖς πολεμικωτάτοις, ἀεὶ μὲν πολεμεῖται, πολλάκις δὲ καὶ ἑάλω· τὴν δὲ τελευταίαν καὶ μεγίστην ἅλωσιν οὐ πρὸ πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν. εἷλον δὲ καὶ ταύτην Γέται καὶ τὰς ἄλλας τὰς ἐν τοῖς ἀριστεροῖς τοῦ Πόντου πόλεις μέχρι Ἀπολλωνίας.