20
εἰσὶ δὲ ὀχετοὶ πολλοὶ ῥέοντες ἐκ τῶν ναμάτων, οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, ξυμμιγνύντες ἀλλήλοις, τῶν ἀνθρώπων πεποιηκότων, ὅπως ἂν αὐτοῖς δοκῇ. μετοχετεύουσι δὲ ῥᾳδίως, ὥσπερ ἡμεῖς τὸ ἐν τοῖς κήποις ὕδωρ. ἔστι δὲ καὶ λουτρὰ πλησίον αὐτοῖς ὕδατος, τὸ μὲν θερμὸν λευκότερον ἀργύρου, τὸ δὲ ὑπὸ τοῦ βάθους καὶ τῆς ψυχρότητος κυανοῦν. ἐνταῦθα νήχονται γυναῖκες ἅμα καὶ παῖδες, καλοὶ πάντες. ἔπειτα οἶμαι κατακλινέντες ἐν τοῖς λειμῶσιν ᾅδουσι καὶ μινυρίζουσιν.
21
εἰσὶ δὲ λειμῶνες αὐτόθι πάγκαλοι καὶ φύσις ἀνθῶν τε καὶ δένδρων παρεχόντων τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψους, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖς βουλομένοις λαβεῖν νευόντων τῶν κλάδων. οἵ τε ὄρνιθες κατᾴδουσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν συγκαθήμενοι, πολύ τι πλῆθος, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρʼ ἡμῖν ὀργάνων. πνεῦμά τε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων ἡ κρᾶσις ὁμοία διὰ παντός, μάλιστα δὲ ἔοικεν ἀρχομένῳ θέρει. πρὸς δὲ τούτοις ὅ τε οὐρανὸς ἐκεῖ καθαρώτερος καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράς ἐστι παρʼ ἐκείνοις οὔτε νόσος οὔτε πενία.