7
τῷ δʼ αὖτε πτερὰ γίνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ἡλίκη δέ ἐστιν ἡ τῶν πολλῶν δύναμις τοῦ πείθειν ὅ, τι ἂν αὐτοὶ θέλωσιν, οὐχ ἥκιστα ἀπὸ τῶν παίδων μάθοι τις ἄν, ὅταν ἀνθρώπῳ σωφρονοῦντι παιδάρια ἀκολουθῇ, φάσκοντα μαίνεσθαι. τὸ μὲν γὰρ πρῶτον ἄπεισιν ἀγανακτῶν καθʼ αὑτόν, ἔπειτα προσκρούων ἀεὶ καὶ λοιδορούμενος ἑκάστῳ καὶ διώκων αὐτὸ τοῦτο ἔπαθεν, ἐξέστη τελευτῶν, καὶ τὴν φήμην ὑπέλαβε θεὸν εἶναι, οὐ μόνον τὴν τῶν ἀνδρῶν, ἀλλὰ καὶ τὴν τῶν παίδων.
8
δοκεῖ δέ μοι καὶ τὸ τῶν σοφιστῶν γένος ἐντεῦθεν αὔξεσθαί ποθεν. ἐπειδὰν πολλοὶ νεανίσκοι σχολὴν ἄγοντες ἕνα θαυμάζωσι πηδῶντες, καθάπερ αἱ Βάκχαι περὶ τὸν Διόνυσον, πᾶσα ἀνάγκη τοῦτον τὸν ἄνθρωπον οὐ πολλῷ τινι χρόνῳ πολλοῖς τῶν ἄλλων δόξαι τι λέγειν. σχεδὸν γὰρ ὥσπερ οἱ γονεῖς διαλέγεσθαι τὰ παιδία διδάσκουσιν, ἐπὶ παντὶ χαίροντες ὅ, τι ἂν εἴπωσιν· οὐκοῦν ἐκ τούτων θαρρεῖ καὶ μᾶλλο πρόεισι καὶ σαφέστερον ἀεὶ διαλέγεται καὶ τέλος ἐξέμαθε τὴν φωνὴν τῶν ξυνόντων, ἐάν τε Ἕλληνες ὦσιν ἐάν τε βάρβαροι· καὶ τοὺς σοφιστὰς ἀνάγκη τὴν διάνοιαν τῶν ἀκροατῶν ἀναλαβεῖν, τοιαῦτα καὶ λέγοντας καὶ διανοουμένους ὁποῖοί ποτʼ ἂν οὗτοι τυγχάνωσιν ὄντες.