19
ἴσως μὲν γὰρ οὐ παρὰ μόνοις ὑμῖν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι μεγάλης τινὸς τοῦτο δεῖται θεραπείας, μᾶλλον δὲ εὐχῆς. οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν καὶ τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι. ὡς παρʼ οἷς ἂν ἰσχύῃ ταῦτα καὶ τοιαῦθʼ ἕτερα, τούτους ἀνάγκη τὸν ἀεὶ χρόνον ἐπισφαλεῖς εἶναι καὶ διὰ μικρὰ συμπίπτειν καὶ θορυβεῖσθαι, καθάπερ ἐν θαλάττῃ πνευμάτων ἐναντίων ἰσχυόντων.
20
ἐπεί τοι μηδὲ τὴν βουλὴν αὐτὴν ἡγεῖσθʼ ὁμονοεῖν μηδʼ ὑμᾶς τὸν δῆμον. εἰ γοῦν τις ἐπεξίοι πάντας, δοκεῖ μοι μηδʼ ἂν δύο ἄνδρας εὑρεῖν ἐν τῇ πόλει τὸ αὐτὸ φρονοῦντας, ἀλλʼ ὥσπερ ἔνια τῶν ἀνιάτων καὶ χαλεπῶν νοσημάτων, ἃ διʼ ὅλων εἴωθεν ἔρχεσθαι τῶν σωμάτων καὶ οὐδέν ἐστι μέρος εἰς ὃ μὴ κάτεισιν, οὕτως ἡ τραχύτης αὕτη καὶ τὸ μικροῦ δεῖν ἅπαντας ἀλλήλων ἀπεστράφθαι διαπεφοίτηκε τῆς πόλεως.