8
τοιγαροῦν ἅ τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνοσὑμῖν παρέσχε, χώραν, νόμους, τιμήν, ἐξουσίαν τοῦ ποταμοῦ, τῆς θαλάττης τῆς καθʼ αὐτούς· ὅθεν ταχὺ μείζων ἐγένετο ἡ πόλις καὶ διὰ τὸ μὴ πολύν τινα χρόνον διελθεῖν τὸν ἀπὸ τῆς ἁλώσεως, καθάπερ οἱ μεγάλῃ μὲν νόσῳ χρησάμενοι, ταχὺ δʼ ἀνασφήλαντες, ἐπειδὰν τύχωσιν ἱκανῆς τῆς μετὰ ταῦτα ἐπιμελείας, πολλάκις μᾶλλον εὐέκτησαν.
9
καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν·ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλως τε ὁπόταν περὶ ἡγεμόνων ὁ λόγος ᾖ πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι γίγνεσθαι.
10
πάλιν τοίνυν ἕτερον πρᾶγμα συμβὰν ὑπὲρ ὑμῶν τρόπον τινὰ ὅμοιον τούτῳ γέγονεν. οἱ γὰρ Αἰγαῖοι φιλοτιμίαν ἀνόητον ἐπανελόμενοι πρὸς ὑμᾶς, τὸ περὶ τὰς ἀπογραφὰς ἐξαμαρτάνοντες, αὐτοὶ μὲν ἔπταισαν, ἔτι δὲ μᾶλλον τὸν καθʼ ὑμῶν φθόνον καὶ τοιαύτην τινὰ ἡσυχῇ διαβολὴν εἰργάσαντο πρὸς τὴν πόλιν ὡς ἐπαχθῆ καὶ βαρεῖαν ταῖς ἄλλαις.