52
οὐκ ἴστε ὅτι τὸ μὲν ποιεῖν τι τῶν ἀπορρήτων καὶ τῶν παρὰ φύσινὑποψίαν ἐπὶ τῶν πλείστων μόνον ἔχει, καὶ οὐδεὶς ἑόρακεν οὐδὲν τῶν πολλῶν, ἀλλʼ ἐν τῷ σκότει που καὶ κρύφα λανθάνοντες ἀσεβοῦσιν οἱ κακοδαίμονες· τὰ δὲ τοιαῦτα ξύμβολα τῆς ἀκρασίας μηνύει τὸ ἦθος καὶ τὴν διάθεσιν, ἡ φωνή, τὸ βλέμμα, τὸ σχῆμα, καὶ δὴ καὶ ταῦτα τὰ δοκοῦντα σμικρὰ καὶ ἐν μηδενὶ λόγῳ, κουρά,περίπατος, τὸ τὰ ὄμματα ἀναστρέφειν, τὸ ἐγκλίνειν τὸν τράχηλον, τὸ ταῖς χερσὶν ὑπτίαις διαλέγεσθαι. μὴ γὰρ οἴεσθε αὐλήματα μὲν καὶ κρούματα καὶ μέλη τὰ μὲν ἐμφαίνειν τὸ ἀνδρεῖον, τὰ δὲ τὸ θῆλυ, κινήσεις δὲ καὶ πράξεις μὴ διαφέρειν μηδʼ εἶναι μηδένα ἐν τούτοις ἔλεγχον. ἀλλʼ ἐγὼ βούλομαί τινα λόγον ὑμῖν εἰπεῖν,ὃν ἴσως καὶ ἄλλοτε ἀκηκόατε.
53
τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ἐλθεῖν αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν· ἀλλʼ ὥσπερ ἡμεῖς τὰ ζῷα γιγνώσκομεν ὁρῶντες, ὅτι τοῦτο μέν ἐστι πρόβατον, εἰτύχοι, τοῦτο δὲ κύων, τοῦτο δὲ ἵππος ἢ βοῦς· οὕτως ἐκεῖνος τοὺς ἀνθρώπους ἠπίστατο ὁρῶν καὶ λέγειν ἠδύνατο ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός.