45
ἄγε δὴ πρὸς τοῦ Ἡρακλέους καὶ τοῦ Περσέως καὶ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων θεῶν, οὓς τιμᾶτε, ἀποκρίνασθέμοι προθύμως, εἴ τις ὑμῶν ἐβούλετο γυναῖκα τοιαύτην ἔχειν, λέγω δέ, ὥσπερ κιθαρίστρια καλεῖται γυνὴ καὶ νὴ Δία αὐλητρὶς ἢ ποιήτρια καὶ τἄλλα ὁμοίως ἀπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, οὕτως ἣν ἄν τις συνήθως ὀνομάσειεν ἀπὸ τούτου τοῦ ἔργου. καὶ μὴ δυσχεραίνετε μηδὲ ἄχθεσθε· τοὺς γὰρ λόγους τούτους αὐτὸπαρέχει τὸ πρᾶγμα τῷ βουλομένῳ περὶ αὐτοῦ λέγειν, οὐκ ἐγώ ποθεν ἀνευρίσκω. γυναικὶ μὲν δὴ τοιαύτῃ ξυνοικεῖν οὐδεὶς ἂν ἐθελήσειεν ὑμῶν οὐδὲ ἐπὶ πεντακοσίοις ταλάντοις οἶμαι, θυγατέρα δὲ σχεῖν ἕλοιτο ἄν; ἀλλὰ νὴ Δία μητέρα πως οὐ χαλεπὸν τοιαύτην ἔχειν καὶ γηροβοσκεῖν· σεμνὸν γὰρ δῆλον ὅτι καὶ πρεσβυτέραις πρέπον μᾶλλον.
46
εἶεν· οὐκοῦν ἐπὶ μὲν γυναικὸς ἢ θυγατρὸς οὐδʼ ἀκούοντες ἀνέχεσθε, πόλιν δὲ τοιαύτην καὶ πατρίδα οἰκεῖν οὐ δεινὸν ὑμῖν δοκεῖ; καὶ ταῦθʼ, ὃ τῷ παντὶ χαλεπώτερον, οὐ τοιαύτην οὖσαν ἐξ ἀρχῆς, ἀλλʼ ἣν αὐτοὶ ποιεῖτε. καίτοι μητρόπολις ὑμῶν ἐστιν ἡ πόλις, ὥστε καὶ τὴν σεμνότητα καὶ τὸ ἀξίωμα ἔχει τὸ τῆσμητρός· ἀλλʼ ὅμως οὔτε τοῦ ὀνόματος οὔτε τῆς ἀρχαιότητος οὔτε τῆς δόξης φείδεσθε.