43
ἢ καὶ γένος τι πέφηνεν ἀνθρώπων ταῖς ῥισὶν εὔμουσον, ὥσπερ τοὺς κύκνους φασὶ τοῖς πτεροῖς, ἔπειτα τῶν λιγυφώνων τρόπον ὀρνέων τέρπουσιν ἀλλήλους ἔν τε ταῖς ὁδοῖς καὶ παρὰ τὰ ξυμπόσια, μηδὲν δεόμενοι λύρας μηδὲ αὐλῶν — ἀρχαῖα δὴ ταῦτα καὶ σκληρᾶς ἔτι καὶ ἀγροίκου τινὸς μουσικῆς ὄργανα — νῦν δὲ τρόπος ἄλλος ἀνθεῖ, βαρβίτων κρείττων καὶ προσηνέστερος. οὐκοῦν μετὰ χρόνον, καὶ χοροὺς ὑπὸ τῷ μέλει τούτῳ στησόμεθα παίδων καὶ παρθένων ἐπιμελῶς ἐκδιδάξαντες.
44
ἀλλʼ ὅτι μὲν ἄχθεσθε ἀκούοντες σαφῶς οἶδα, καὶ προεῖπον ὅτι τοὺς λόγους ἀποδέξεσθε οὐχ ἡδέως. ὑμεῖς δʼ ἴσως με περὶ ἄστρων καὶ γῆς ἐδοκεῖτε διαλέξεσθαι. καὶ τινὲς μὲν ὑμῶν ὀργίζονται καί φασί με ὑβρίζειν τὴν πόλιν, τοὺς δὲ ταῦτα ποιοῦντας οὐκ αἰτιῶνται· τινὲς δὲ ἴσως καταγελῶσιν, εἰ περὶ μηδενὸς κρείττονος εὗρον εἰπεῖν· ἐγὼ δὲ ὁρῶ καὶ τοὺς ἰατροὺς ἔσθʼ ὅτε ἁπτομένους ὧν οὐκ ἂν ἤθελον, οὐχὶ τῶν καλλίστων τοῦ σώματος, καὶ πολλοὺς οἶδα τῶν θεραπευομένων ἀγανακτοῦντας, ὅταν ἅπτηται τοῦ πεπονθότος. ὁ δὲ πολλάκις ἀμύττει τοῦτο καὶ τέμνει βοῶντος. οὔκουν ἀνήσω περὶ τούτου λέγων, πρὶν ἂν σφόδρα δηχθῆτε. καίτοι πάνυ ἀσθενοῦς φαρμάκου τυγχάνετε τοῦ λόγου τούτου καὶ πολὺ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν.