28
μὴ γὰρ οἴεσθε τοὺς κριοὺς μηδὲ τὰς ἑλεπόλεις καὶ τὰς ἄλλας μηχανὰς οὕτως ἀνατρέπειν ὡς τρυφήν, εἴτε ἄνδρα βούλεταί τις πεπτωκότα ἰδεῖν εἴτε πόλιν. οὐ ποταμός ἐστιν οὐδὲ πεδίον οὐδὲ λιμὴν ὁ ποιῶν εὐδαίμονα πόλιν οὐδὲ χρημάτων πλῆθος οὐδὲ οἰκοδομημάτων οὐδὲ θησαυροὶ θεῶν, οἷς οὐδὲν προσέχει τὸ δαιμόνιον· οὐδʼ ἂν εἰς τὰς πόλεις τινὲς μεταφέρωσι τὰ ὄρη καὶ τὰς πέτρας ξὺν πολλῇ ταλαιπωρίᾳ καὶ πόνοις καὶ μυρίοις ἀναλώμασιν· ἀλλὰ σωφροσύνη καὶ νοῦς ἐστι τὰ σῴζοντα. ταῦτα ποιεῖ τοὺς χρωμένους μακαρίους, ταῦτα τοῖς θεοῖς προσφιλεῖς, οὐχὶ λιβανωτὸς οὐδὲ σμύρνα· πόθεν; οὐδὲ ῥίζαι καὶ δάκρυα δένδρων οὐδὲ τὰ Ἰνδῶν καὶ Ἀράβων φρύγανα.
29
ὑμεῖς δέ, ἂν μὲν ἐκ τύχης ὁ ποταμὸς μεταβάλῃ καὶ ῥυῇ θολερώτερος, ἄχθεσθε καὶ πρὸς τοὺς πρῶτον ἐπιδημήσαντας αἰτίαν λέγετε· τὸν δὲ τρόπον τῆς πόλεως μεταβάλλοντα ὁρῶντες καὶ χείρω γιγνόμενον καὶ τεταραγμένον ἀεὶ μᾶλλον οὐ φροντίζετε. ἀλλὰ ὕδωρ μὲν οὐ μόνον πίνειν βούλεσθε καθαρόν, ἀλλὰ καὶ ὁρᾶν·
30
ἦθος δὲ καθαρὸν καὶ μέτριον οὐ ζητεῖτε. καίτοι πολλάκις ἀκοῦσαί τινων ἔστι· μὴ γὰρ ἡμεῖς μόνοι μεταβεβλήκαμεν, ἀλλʼ οὐχὶ σχεδὸν ἅπαντες; ἔστι δὲ τοῦτο καθάπερ εἴ τις ἐν λοιμῷ διὰ τὸ πάντας ἢ τοὺς πλείστους νοσεῖν μηδεμίαν ἐθέλοι ποιεῖσθαι πρόνοιαν, ὥστε αὐτὸς ὑγιαίνειν, ἢ νὴ Δία ἐν θαλάττῃ χειμαζόμενος, ἔπειτα πάντας ὁρῶν τοὺς ἐν τῇ νηὶ κινδυνεύοντας ἀμελοῖ τῆς σωτηρίας. τί δέ; ἂν ὅλος καταδύηται στόλος, διὰ τοῦτο ἧττόν ἐστιν ἄτοπον τὸ ξυμβαῖνον;