76
ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων.
77
τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόν τε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας·
78
ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλʼ οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ, εἶπεν ὁ Ἀλέξανδρος, τὸν ἡμέτερον πρόγονον, τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα.
79
ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, Οὐ μάτην, εἶπεν, Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περί τε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον.
(3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ.