97
Θεόφιλόν φασι παρʼ ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸς ὑμᾶς καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι. καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν; πότερον ὡς σοφοὺς ὑμᾶς καὶ μὴ δεομένους θεραπείας; ἢ μᾶλλον ὡς ἀνιάτων ἀπεγνωκέναι; παραπλήσιον γάρ, ὥσπερ εἴ τις τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰς πόλιν, ἔπειθʼ ὑπʼ ἀνέμων τινῶν ἢ τύχης ἄλλης κρατούμενος καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε· δῆλον γὰρ ὡς ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼς ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτηνἐνοχλεῖσθαι, σαφῶς εἰδὼς ὅτι οὔτʼ ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶς οὔτʼ ἂν ἴσως προσέλθοι.
98
καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρʼ αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως. τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν, τοῦτʼ ἔστι καταδικάσας αὐτήν, καὶ ὑμεῖς τοῦ δεῖνος μὲν πολλάκις ἀκηκόατε καὶ διαμέμνησθε τῶν σκωμμάτων αὐτοῦ καὶ τῶν τοῦ δεῖνος ᾀσμάτων, Θεοφίλου δὲ οὐκ οἶδα εἴ ποτε ἠκούσατε· ὥσπερ ἔφη τις τοὺς ἐν τῇ Ἀττικῇ κανθάρους, τοῦ καθαρωτάτου μέλιτος ὄντος, τοῦ μὲν μηδέποτε γεύσασθαι, μηδʼ ἂν ἐκχέηται, τῆς δὲ ἑτέρας τροφῆς.