95
μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπʼ Ἀλεξάνδρῳ· καὶ γὰρ αὐτὸς ἔλεγε Διὸς υἱὸς εἶναι. μᾶλλον δʼ ἴσως οὐχ Ἡρακλεῖ προσέοικεν ὑμῶν ὁ δῆμος, ἀλλὰ Κενταύρῳ τινὶ ἢ Κύκλωπι πεπωκότι καὶ ἐρῶντι, τὸ μὲν σῶμα ἰσχυρῷ καὶ μεγάλῳ, τὴν δὲ διάνοιαν ἀμαθεῖ. πρὸς τοῦ Διὸς οὐχ ὁρᾶτε ὅσην ὁ αὐτοκράτωρ ὑμῶν πεποίηται τῆς πόλεως ἐπιμέλειαν; οὐκοῦν χρὴ καὶ ὑμᾶς ἀντιφιλοτιμεῖσθαι καὶ τὴν πατρίδα κρείττω ποιεῖν, μὰ Δίʼ οὐ κρήναις οὐδὲ προπυλαίοις· εἰς ταῦτα μὲν γὰρ οὐ δύνασθε ὑμεῖς ἀναλίσκειν οὐδʼ ἂν ὑπερβάλοισθέ ποτε οἶμαι τῆν ἐκείνου μεγαλοψυχίαν· ἀλλʼ εὐταξίᾳ, κόσμῳ, τῷ δεικνύειν ὑμᾶς αὐτοὺς σώφρονας καὶ βεβαίους. οὕτως γὰρ ἂν οὔτʼ ἐπὶ τοῖς γεγονόσι μετανοήσειε καὶ πλείονα ὑμᾶς ἀγαθὰ ἐργάσεται. καὶ ἴσως ἂν αὐτῷ καὶ τῆς ἐνθάδε ἀφίξεως παράσχοιτε πόθον.
96
οὐ γὰρ οὕτως τὸ κάλλος τῶν οἰκοδομημάτων προσάγειν αὐτὸν δύναται· πάντα γὰρ κρείττω καὶ πολυτελέστερα ἔχει τῶν ὅπου δήποτε· ἀλλʼ ὅταν ἀκούσῃ τοὺς ὑποδεξομένους αὐτὸν εὐνοίας καὶ πίστεως ἀξίους καὶ τῶν πεμπομένων ἕκαστος καὶ διοικούντων ὑμᾶς προτιμήσῃ. μὴ γὰρ οἴεσθε ὑμᾶς μὲν πυνθάνεσθαι περὶ τῶν καταπλεόντων, ὁποῖοί τινες τυγχάνουσιν ὄντες, καὶ τοιαύτην ἔχειν γνώμην εὐθὺς πρὸς αὐτούς, οἵας ἂν μετάσχητε τῆς φήμης, ἐκείνους δὲ περὶ ὑμῶν μὴ πολυπραγμονεῖν, ὁποῖος ὁ τῶν Ἀλεξανδρέων δῆμος. οὐκοῦν ἂν ἀκούσωσιν ὅτι φρόνιμος, ἀλλʼ οὐχ οἷα τὰ νῦν λεγόμενα, ὡς ἐπτοημένος, ὡς εὐχερής, τὰ μικρὰ θαυμάζων, ἥττων τοῦ τυχόντος πραγμάτων, ἐραστὴς ἡνιόχων καὶ κιθαρῳδῶν, οὐκ ἄδηλον ὅπως ἕξουσιν.