85
τὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε· τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος· οὐχ ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε; ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή. αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη, ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος. ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.
86
ταῦτα μὲν ὑμῖν ἀπὸ πολλῶν καὶ φαύλων ὀλίγα, ὅπως μὴ μόνοι δοκῆτε εἶναι γελοῖοι. καὶ μὴν αἰσχρόν ἐστιν, ἄνδρες Ἀλεξανδρεῖς,τοὺς πυνθανομένους περὶ τῆς πόλεως τὰ μὲν ἄλλʼ ἀκούειν θαυμαστὰ οἷα, περὶ δὲ ὑμῶν αὐτῶν μηδὲν σεμνὸν λέγεσθαι μηδʼ ἄξιον ζήλου, τοὐναντίον δὲ ὡς φαύλους τοὺς ἀνθρώπους διαβεβλῆσθαι, μίμους καὶ γελωτοποιοὺς μᾶλλον, οὐκ ἄνδρας ἐρρωμένους, ὡς τῶν κωμικῶν ἔφη τις ἐπὶ τοῖς τοιούτοις· ἀκόλαστος ὄχλος ναυτική τʼ ἀταξία.
87
ἔστι γὰρ ὅμοιον ὥσπερ εἰ οἰκίαν μέν τις ἴδοι πάνυ καλήν, τὸν δὲ δεσπότην αὐτὸν ἀνδράποδον μηδὲ θυρωρεῖν ἄξιον. τῷ παντὶ γὰρ κρεῖττον ἐρημίαν καθορᾶν καὶ δεκαπέντε ἀνθρώπους εὐπόρους ἢ πλῆθος ἀνήριθμον ἀνθρώπων ἀθλίων καὶ μαινομένων, ὥσπερ τινὰκόπρον βαθεῖαν ἐν ταὐτῷ νενημένην ἐκ παντοδαπῶν λυμάτων. οὐδὲ γὰρ πόλιν εἴποι τις ἂν ὀρθῶς τὴν ἐκ τοιούτων, οὐδέ γε χορὸν τοὺς ὁποίους δήποτε συνελθόντας, οὐδὲ στρατόπεδον πάντα ὄχλον.