72
καὶ μὴν ἐκεῖνο μέμνησθε τὸ γελοῖον ὡς ὁ βέλτιστος ὑμῖν Κόνων ἐχρήσατο προελθών, οὗ μάλιστατὸ πλῆθος ὑμῶν συνειστήκει, καὶ δείξας τινὰ τόπον βραχὺν προηγόρευεν ὡς εἰ μὲν αὐτὸς ἐκεῖ προέλθοι, νενικηκὼς εἴη καὶ δέοι ὑμᾶς ἀπαλλάττεσθαι καθʼ αὑτοὺς καὶ παραχωρεῖν· εἰ δʼ ὑμεῖς, ἔφη, τέτταρα ἢ πέντε βήματα νικᾶτε, κἀγὼ βαδιοῦμαι· ταῦτα δὲ ἔλεγε, φειδόμενος ὑμῶν καὶ καταγελῶν καὶ καθάπερ παισὶ προσπαίζων.ἐπεὶ τὸ στράτευμα ἐφειστήκει κἀκεῖνος οὐδένα εἴα ἅπτεσθαι, γυμνοὺς ἅπαντας ὁρῶν καὶ ἑτοίμους ἀπόλλυσθαι. τί οὖν; ἐβιάσαντο μετὰ ταῦτα οἱ προπετεῖς καὶ ἀκόλαστοι καὶ ἐπίτηδες ἀνατρέψαι καὶ συγχέαι πάντα ἐπιβουλεύσαντες, καὶ οὐ πρότερον ὑμᾶς ἀνῆκαν ἕως ἐγεύσασθε πολέμου καὶ τὸ δεινὸν ἄχρι πείρας προῆλθεν.
73
τί δὴ καὶ τούτων ἐπεμνήσθην; ὅπως εἰδῆτε τὰ φυόμενα ἐκ τῆς περὶ τὸν βίον ταύτης ἀταξίας. οὐ γὰρ ἔστι τοὺς οὕτως ἐπτοημένους περὶ τὰ μικρὰ καὶ μηδενὸς ἄξια, φαύλως καὶ ἀκρατῶς ἔχοντας ἐν τούτοις ἃ πράττουσι καθʼ ἡμέραν, τἄλλα σωφρονεῖν καὶ περὶ τῶν μειζόνων ὀρθῶς βουλεύεσθαι. ἡ γὰρ τῶντρόπων κουφότης καὶ τὸ ἀλόγιστον οὐκ ἐᾷ μένειν ἐπὶ τοῖς ἐλάττοσιν οὐδʼ ἔχει μέτρον οὐδὲν ἡ ἄνοια τῶν ἁμαρτημάτων, ἀλλʼ ἐπὶ πᾶν ὁμοίως πρόεισι καὶ παντὸς ἅπτεται μετὰ τῆς ἴσης εὐχερείας.