67
ἐγὼ δʼ ὑμῖν βούλομαι Λακεδαιμονίων ἔργον εἰπεῖν, ὡς ἐκεῖνοι προσηνέχθησαν ἀνδρὶ κιθαρῳδῷ θαυμαζομένῳ τότε ἐν τοῖς Ἕλλησιν. ὅτι γὰρ λίαν ἡδὺς ἐδόκει καὶ περιττὸς εἶναι, μὰ Δίʼ οὐκ ἐτίμησαν αὐτόν, ἀλλʼ ἀφείλοντο τὴν κιθάραν καὶ τὰς χορδὰς ἐξέτεμον, ἀπιέναι προειπόντες ἐκ τῆς πόλεως. ἐκεῖνοι μὲν οὖν τὸ πρᾶγμα οὕτως ὑφεωρῶντο, καὶ ἐφύλαττον τὰ ὦτα, ὡς ἂν μὴ διαφθαρῶσιν αἱ ἀκοαὶ μηδὲ τρυφερώτεραι γένωνται τοῦ δέοντος· ὑμεῖς δὲ οὕτως ἀγεννῶς δεδούλωσθε ὑπὸ τῆς τοιαύτης ἡδονῆς.
68
δι’ ὑμᾶς δὲ ἤδη μοι δοκεῖ τὸ πρᾶγμα καὶ τῶν ῥητόρων ἅπτεσθαι καὶ φιλοσόφων ἐνίων· μᾶλλον δὲ τοὺς ῥήτορας οὐδὲ γνῶναι ῥᾴδιον. ὡς γὰρ ὁρῶσι τὴν σπουδὴν ὑμῶν τὴν περὶ τοῦτο καὶ τὴν ἐπιθυμίαν, πάντες δὴ ᾅδουσι καὶ ῥήτορες καὶ σοφισταί, καὶ πάντα περαίνεται δι’ ᾠδῆς· ὥστʼ, εἴ τις παρίοι δικαστήριον, οὐκ ἂν γνοίη ῥᾳδίως πότερον ἔνδον πίνουσιν ἢ δικάζονται· κἂν σοφιστοῦ δὲ οἴκημα πλησίον ᾖ, οὐκ ἔσται γνῶναι τὴν διατριβήν. δοκεῖ δέ μοι, καὶ ἐν τῷ γυμνασίῳ πορϊόντες ἤδη γυμνάσονται πρὸς μέλος καὶ τοὺς κάμνοντας ἰάσονται. περὶ γὰρ τῆς τέχνης καὶ νῦν ἡμῖν διαλέγονται ᾅδοντες.