49
οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δʼ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος· ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος. ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν, ὦ κακοδαίμονες;