67
τοῦτο δὲ οὐχ ἁπλῶς εἴρηκεν, ἐμοὶ δοκεῖν, τὴν ἰσχὺν αὐτοῦ μόνον ἐπαινῶν καὶ ἐπιδεῖξαι βουλόμενος· οὕτω μὲν γὰρ δὴ καὶ λέοντι παραβαλὼν καλῶς ἂν αὐτὸν ἐδόκει ἀφομοιῶσαι· τὸ δὲ ἥμερον τῆς φύσεως ἐνδεικνύμενος καὶ τὴν ὑπὲρ τῶν ἀρχομένων προθυμίαν. ὁ γὰρ ταῦρος οὐκ ἔστι τῶν γενναίων μόνον ζῴων οὐδὲ αὑτοῦ χάριν χρῆται τῇ ἀλκῇ, καθάπερ ὅ τε λέων καὶ σῦς οἵ τε ἀετοί, διώκοντες τὰ λοιπὰ ζῷα καὶ κρείττους γιγνόμενοι τροφῆς ἕνεκα τῆς αὑτῶν· διὸ δὴ καὶ μᾶλλον ἄν τις αὐτοὺς φαίη τυραννίδος παράδειγμα ἢ βασιλείας γεγονέναι.
68
ὁ δὲ ταῦρος σαφῶς, ἐμοὶ δοκεῖν, πρὸς βασιλείαν καὶ βασιλέως εἰκόνα πεποίηται. τροφῇ τε γὰρ ἑτοίμῃ καὶ διαίτῃ χρῆται νεμόμενος, ὥστε μηδὲν δεῖν βιάζεσθαι μηδὲ πλεονεκτεῖν ταύτης ἕνεκεν, ἀλλʼ ὥσπερ τοῖς ὀλβίοις βασιλεῦσιν ἀνελλιπῆ καὶ ἄφθονα ὑπάρχει τὰ τῆς ἀναγκαίου κτήσεως.
69
βασιλεύει δὲ καὶ ἄρχει τῶν ὁμοφύλων μετʼ εὐνοίας, ὡς ἂν εἴποι τις, καὶ κηδεμονίας, τοῦτο μὲν ἐξηγούμενος νομῆς, τοῦτο δὲ θηρίου φανέντος οὐ φεύγων, ἀλλὰ πάσης τῆς ἀγέλης προμαχόμενος καὶ τοῖς ἀσθενέσι βοηθῶν, προθυμούμενος σῴζειν τὸ πλῆθος ἀπὸ τῶν χαλεπῶν καὶ ἀγρίων θηρίων· ὥσπερ καὶ τὸν ἄρχοντα χρὴ καὶ βασιλέα τῷ ὄντι καὶ τῆς μεγίστης ἐν ἀνθρώποις οὐκ ἀνάξιον τιμῆς.