39
ἐγὼ δὲ τούτων ἐμνήσθην οὔτε ὑμᾶς ἐπαίρων οὔτε τοῖς συνήθως ὑμνοῦσιν αὐτὰ ῥήτορσιν ἢ ποιηταῖς παραβάλλων ἐμαυτόν. δεινοὶ γὰρ ἐκεῖνοι καὶ μεγάλοι σοφισταὶ καὶ γόητες· τὰδʼ ἡμέτερα φαῦλα καὶ πεζὰ ἐν τοῖς λόγοις, οὐ μέντοι περὶ φαύλων. τὰ μὲν γὰρ λεγόμενα αὐτὰ οὐ μεγάλα, περὶ μεγίστων δὲ ὡς οἷόν τε. καὶ νῦν εἶπον τὰ περὶ τῆς πόλεως, δεῖξαι βουλόμενος ὑμῖν ὡς ὅ, τι ἂν ἀσχημονῆτε οὐ κρύφα γίγνεται τοῦτο οὐδʼ ἐν ὀλίγοις, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις.
40
ὁρῶ γὰρ ἔγωγε οὐ μόνον Ἕλληνασπαρʼ ὑμῖν οὐδʼ Ἰταλοὺς οὐδὲ ἀπὸ τῶν πλησίον Συρίας, Λιβύης, Κιλικίας, οὐδὲ τοὺς ὑπὲρ ἐκείνους Αἰθίοπας οὐδὲ Ἄραβας ἀλλὰ καὶ Βακτρίους καὶ Σκύθας καὶ Πέρσας καὶ Ἰνδῶν τινας, οἳ συνθεῶνται καὶ πάρεισιν ἑκάστοτε ὑμῖν· ὥστε ὑμεῖς μὲν ἀκούετε ἑνός, ἂν οὕτω τύχῃ, κιθαρῳδοῦ, καὶ τούτου συνήθους, ἀκούεσθεδὲ ὑπὸ μυρίων ἐθνῶν οὐκ ἐπισταμένων ὑμᾶς, καὶ ὁρᾶτε μὲν τρεῖς ἢ τέτταρας ἡνιόχους, ὁρᾶσθε δὲ ὑπὸ τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων.