37
ἴσως οὖν χαίρετε ἀκούοντες, καὶ νομίζετε ἐπαινεῖσθαι ταῦτα ἐμοῦ λέγοντος, ὥσπερ ὑπὸ τῶν ἄλλων τῶν ἀεὶ θωπευόντων ὑμᾶς· ἐγὼ δὲ ἐπῄνεσα ὕδωρ καὶ γῆν καὶ λιμένας καὶ τόπους καὶ πάντα μᾶλλον ἢ ὑμᾶς. ποῦ γὰρ εἶπον ὥς ἐστε φρόνιμοι καὶ σώφρονες καὶ δίκαιοι; οὐχὶ τἀναντία τούτων; ἔστι γὰρ ἀνθρώπων ἔπαινος εὐταξία, πρᾳότης, ὁμόνοια, κόσμος πολιτείας, τὸ προσέχειν τοῖς ὀρθῶς λέγουσι, τὸ μὴ πάντοτε ζητεῖν ἡδονάς. ἀναγωγαὶ δὲ καὶ κατάρσεις καὶ πλήθους ὑπερβολὴ καὶ ὠνίων καὶ νεῶν πανηγύρεως καὶ λιμένος καὶ ἀγορᾶς ἐστιν ἐγκώμιον, οὐ πόλεως·
38
οὐδέ γε, ἂν ὕδωρ ἐπαινῇ τις, ἀνθρώπων ἔπαινος οὗτός ἐστιν, ἀλλὰ φρεάτων· οὐδʼ ἂν περὶ εὐκρασίας λέγῃ τις, τοὺς ἀνθρώπους εἶναί φησιν ἀγαθούς, ἀλλὰ τὴν χώραν· οὐδʼ ἂν περὶ ἰχθύων, τὴν πόλιν ἐπαινεῖ· πόθεν; ἀλλὰ θάλατταν ἢ λίμνην ἢ ποταμόν. ὑμεῖς δέ, ἂν ἐγκωμιάζῃ τις τὸν Νεῖλον, ἐπαίρεσθε, ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας. σχεδὸν δὲ καὶ τῶν ἄλλων οἱ πλείους ἐπὶ τοῖς τοιούτοις χαίρουσι, καὶ μακαρίους ἑαυτοὺς κρίνουσιν, ἂν οἰκῶσι καθʼ Ὅμηρον νῆσον δενδρήεσσαν ἢ βαθεῖαν ἤτινα ἤπειρον εὔβοτον, εὔμηλον, ἢ πρὸς ὄρεσι σκιεροῖς ἢ πηγαῖς διαυγέσιν· ὧν οὐδὲν ἴδιόν ἐστιν ἐκείνων· ἀρετῆς δὲ οὐδὲ ὄναρ αὐτοῖς μέλει.