30
ἴδετε δὲ αὑτοὺς ἐν τῷ παρόντι καὶ ὅταν τὰ συνήθη θεωρῆτε, οἷοί ἐστε. ἐμοὶ γὰρ νῦν μὲν ἀξιοθέατοι δοκεῖτε εἶναι καὶ ἰδιώταις καὶ βασιλεῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐκ ἂν εἰσελθὼν καταπλαγείη τε ὑμᾶς καὶ τιμήσειεν· ὥστε, εἰ μηδὲν ἄλλο, τοῦτό γε ὑμῖν ὁ λόγος παρέσχηκεν οὐ μικρόν, μίαν ὥραν σωφρονῆσαι. καὶ γὰρ τοῖς νοσοῦσι μεγάλη ῥοπὴ πρὸς σωτηρίαν μικρὸν ἡσυχάσασιν. ἐν δὲ ταῖς ἄλλαις σπουδαῖς, ὅταν ὑμῖν ἐμπέσῃ τὸ τῆς ἀταξίας πνεῦμα, ὥσπερ ἂν τραχὺς ἄνεμος κινήσῃ θάλατταν ἰλυώδη καὶ ῥυπαράν, ἀτεχνῶς οἶμαι καθʼ Ὅμηρον ὁρᾶται ἀφρός τε καὶ ἄχνη καὶ φυκίων πλῆθος ἐκχεομένων·
31
ὡσαύτως δὴ καὶ παρʼ ὑμῖν σκώμματα, πληγαί, γέλως. τίς ἂν οὖν τοὺς οὕτω διακειμένους ἐπαινέσειεν; οὐ γὰρ διὰ τοῦτο καὶ τοῖς ἄρχουσιν εὐτελέστεροι φαίνεσθε; καὶ πρότερόν τινα εἰρηκέναι φασί· τὸ δὲ Ἀλεξανδρέων πλῆθος τί ἂν εἴποι τις, οἷς μόνον δεῖ παραβάλλειν τὸν πολὺν ἄρτον· οὕτω γὰρ εἰρῆσθαι πολὺ βέλτιον· καὶ θέαν ἵππων· ὡς τῶν γε ἄλλων οὐδενὸς αὐτοῖς μέλει. οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες.