28
οἱ δὲ πλείους καὶ οὶ θρασεῖς καὶ ὑπερήφανοι, δυσάρεστοι πρὸς ἅπαντα, ἁψίκοροι, τυράννοις ὅμοιοι καὶ πολὺ χείρους· οἷα δὴ τῆς κακίας αὐτῶν οὔσης οὐ μιᾶς οὐδὲ ἁπλῆς, ἀλλὰ συμπεφορημένης ἐκ μυρίων· ὥστε πάνυ ποικίλον τε καὶ δεινὸν εἶναιθηρίον, οἷα ποιηταὶ καὶ δημιουργοὶ πλάττουσι Κενταύρους τε καὶ Σφίγγας καὶ Χιμαίρας, ἐκ παντοδαπῶν φύσεων εἰς μίαν μορφὴν εἰδώλου ξυντιθέντες. τῷ δὲ τοιούτῳ τέρατι ξυμπλέκεσθαι καὶ ὁμόσε ἰέναι μαινομένου τινὸς ἀληθῶς ἔργον ἢ σφόδρα ἀνδρείου καὶ πτηνοῦ, Περσέως ἢ Βελλεροφόντου.
29
τὸν οὖν τῶν Ἀλεξανδρέων δῆμον τὸν ἄπειρον, ὥς φασι, τῆς ποίας μερίδος θῶμεν; ἐγὼ μὲν γὰρ ὡς τῆς βελτίονος οὖσιν ὑμῖν παρέσχηκα ἐμαυτόν· ἴσως δὲ καὶ ἄλλος προαιρήσεται τῶν ἐμοῦ κρειττόνων. καὶ μὴν οὐδὲν ἂν ἔχοιτε θέαμα κάλλιον καὶ παραδοξότερον αὑτῶν σωφρονούντων καὶ προσεχόντων. θεῖον γὰρ δὴ καὶ σεμνὸν ἀληθῶς καὶ μεγαλοπρεπὲς δήμου πρόσωπον πρᾷον καὶ καθεστηκὸς καὶ μήτε γέλωτι σφοδρῷ καὶ ἀκολάστῳ βρασσόμενον μήτε θορύβῳ συνεχεῖ καὶ ἀτάκτῳ τεταραγμένον, ἀλλʼ ἀκοὴ μία τοσοῦδε πλήθους.