8
καὶ τοῦτο ἴσως οὐ διʼ ὑμᾶς· δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον· ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἴασιν οὐδὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς· οἱ δʼ ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς.
9
τῶν δὲ Κυνικῶν λεγομένων ἔστι μὲν ἐν τῇ πόλει πλῆθος οὐκ ὀλίγον, καὶ καθάπερ ἄλλου τινὸς πράγματος καὶ τούτου φορὰ γέγονε· νόθον μέντοι γε καὶ ἀγεννὲς ἀνθρώπων οὐθέν, ὡς εἰπεῖν, ἐπισταμένων, ἀλλὰ χρείων τροφῆς· οὗτοι δὲ ἔν τε τριόδοις καὶ στενωποῖς καὶ πυλῶσιν ἱερῶν ἀγείρουσι καὶ ἀπατῶσι παιδάρια καὶ ναύτας καὶ τοιοῦτον ὄχλον, σκώμματα καὶ πολλὴν σπερμολογίαν συνείροντες καὶ τὰς ἀγοραίους ταύτας ἀποκρίσεις. τοιγαροῦν ἀγαθὸν μὲν οὐδὲν ἐργάζονται, κακὸν δʼ ὡς οἷόν τε τὸ μέγιστον, καταγελᾶν ἐθίζοντες τοὺς ἀνοήτους τῶν φιλοσόφων, ὥσπερ ἂν παῖδάς τις ἐθίζοι διδασκάλων καταφρονεῖν, καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δʼ ἔτι αὔξουσιν.
10
τῶν δὲ εἰς ὑμᾶς παρϊόντων ὡς πεπαιδευμένων οἱ μὲν ἐπιδεικτικοὺς λόγους καὶ τοὺς ἀμαθεῖς, οἱ δὲ ποιήματα συνθέντες ᾅδουσιν, ὡς πάνυ φιλῳδῶν ὑμῶν κατεγνωκότες. οὗτοι δʼ εἰ μέν εἰσι ποιηταὶ καὶ ῥήτορες, οὐδὲν ἴσως δεινόν· εἰ δʼ ὡς φιλόσοφοι ταῦτα πράττουσι κέρδους ἕνεκεν καὶ δόξης τῆς ἑαυτῶν, οὐ τῆς ὑμετέρας ὠφελείας, τοῦτο δʼ ἤδη δεινόν. ὅμοιον γὰρ ὥσπερ εἴ τις ἰατρὸς ἐπὶ κάμνοντας ἀνθρώπους εἰσιὼν τῆς μὲν σωτηρίας αὐτῶν καὶ τῆς θεραπείας ἀμελήσειε, στεφάνους δὲ καὶ ἑταίρας καὶ μύρον αὐτοῖς εἰσφέροι.