6
ἐπεὶ καὶ τοὺς Ἀθηναίους, ὧν μικρῷ πρότερον ἐμνήσθην, οὐ πάντως εὑρήσομεν ἁμαρτάνοντας· ἀλλὰ τοῦτό γε ἐκεῖνοι καὶ πάνυ καλῶς ἐποίουν, ὅτι τοῖς ποιηταῖς ἐπέτρεπον μὴμόνον τοὺς κατʼ ἄνδρα ἐλέγχειν, ἀλλὰ καὶ κοινῇ τὴν πόλιν, εἴ τι μὴ καλῶς ἔπραττον· ὥστε σὺν πολλοῖς ἑτέροις καὶ τοιαῦτα ἐν ταῖς κωμῳδίαις λέγεσθαι· δῆμος πυκνίτης, δύσκολον γερόντιον, ὑπόκωφον, καὶ τί δʼ ἔστʼ Ἀθηναίοισι πρᾶγμʼ ἀπώμοτον; καὶ ταῦτα ἤκουον ἑορτάζοντες καὶ δημοκρατούμενοι, καὶ οὐ μόνον τῶν σφετέρων πολιτῶν, εἴ τινα ἤθελον πρὸς ὀργὴν ἀπολέσαι τῶν ταῦτα λεγόντων, κύριοι καθεστηκότες, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνωνἄρχοντες, καὶ ἐξὸν αὐτοῖς, εἰ ἐβούλοντο, μηδὲν ἀηδὲς ἀκούειν.
7
ὑμῖν δὲ οὔτε χορός ἐστι τοιοῦτος οὔτε ποιητὴς οὔτε ἄλλος οὐδείς, ὃς ὑμῖν ὀνειδιεῖ μετʼ εὐνοίας καὶ φανερὰ ποιήσει τὰ τῆς πόλεως ἀρρωστήματα. τοιγαροῦν ὅταν ποτὲ φαίνηται τὸ πρᾶγμα, προθύμως δέχεσθαι δεῖ καὶ τότε νομίζειν ἑορτὴν ἄγειν, ἀλλὰ μὴ βαρύνεσθαι,κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν, πηνίκα παύσεται; καὶ πότε εἴσεισι θαυματοποιὸς ἢ λῆρος ἢ τοιοῦτος ἕτερος; ἐκεῖνο μὲν γάρ, ὅπερ εἶπον, ἀεὶ ὑμῖν πάρεστι, καὶ οὐ δέος μήποτε ἐπιλίπῃ· τῶν δὲ τοιούτων λόγων, διʼ οὓς ἄνθρωποι εὐδαιμονοῦσι καὶ κρείττους καὶ σωφρονέστεροι γίγνονται καὶ βέλτιον οἰκεῖν δύνανται τὰς πόλεις, οὐ πολλάκις ἀκηκόατε· οὐ βούλομαι γὰρ εἰπεῖν, ἀνήκοοί ἐστε.