161
καὶ ταῦτα μὲν ἴσως πλείω τῶν εἰκότων ἐπῆλθέ μοι μνησθέντι τῆς ὅλης καταστάσεως. ἐκεῖνο δʼ ὑμῖν ἐβουλόμην ποιῆσαι φανερόν, ὅτι μόνοι καταλείπεσθε τῶν Ἑλλήνων, οἷς ἂν καὶ παραινέσαι τις καὶ περὶ ὧν ἔστιν ἔτι λυπηθῆναι δοκούντων ἁμαρτάνειν. εἰκότως ἂν οὖν πρόσχοιτε αὑτοῖς καὶ πάντα τὰ τοιαῦτα ἐξετάζοιτε ἀκριβέστερον τῶν προγόνων. ἐκείνοις μὲν γὰρ ἐν πολλοῖς ὑπῆρχεν ἑτέροις ἡ τῆς ἀρετῆς ἐπίδειξις, ἐν τῷ προεστάναι τῶν ἄλλων, ἐν τῷ βοηθεῖν τοῖς ἀδικουμένοις, ἐν τῷ συμμάχους κτᾶσθαι, πόλεις οἰκίζειν, νικᾶν πολεμοῦντας·
162
ὑμῖν δὲ τοιοῦτον μὲν οὐθὲν πράττειν ἔνεστι, καταλείπεται δʼ οἶμαι τὸ ἑαυτῶν προεστάναι καὶ τὴν πόλιν διοικεῖν καὶ τὸ τιμῆσαί τινα καὶ κροταλίσαι μὴ τοῖς πολλοῖς ὁμοίως καὶ τὸ βουλεύσασθαι καὶ τὸ δικάσαι καὶ τὸ τοῖς θεοῖς θῦσαι καὶ τὸ ἄγειν ἑορτήν· ἐν οἷς ἅπασιν ἔστι βελτίους τῶν ἄλλων φαίνεσθαι. τοιγάρτοι καὶ τὰ τοιαῦτα ὑμῶν ἐπαίνου τυγχάνει, καὶ γιγνώσκεται παρὰ πᾶσιν οὐχ ὡς μικρά, τὸ βάδισμα, ἡ κουρά, τὸ μηδένα σοβεῖν διὰ τῆς πόλεως, ἀναγκάζεσθαι δὲ διὰ τὴν ὑμετέραν συνήθειαν καὶ τοὺς ἐπιδημοῦντας ξένους καθεστώτως πορεύεσθαι· καθάπερ οἶμαι καὶ τοὺς ἀγροίκους ἰδεῖν ἔστιν, ὅταν εἰς παλαίστραν ἢ γυμνάσιον ἔλθωσιν, ἧττον ἀρρύθμως κινουμένους·