155
φασὶ γοῦν πολλοὶ τοὺς Ῥοδίων ἀνδριάντας ὁμοίους εἶναι τοῖς ὑποκριταῖς. ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι, καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα καὶ μικροῦ δεῖν ὑποκρινομένους ἑστάναι. τὸν γὰρ αὐτὸν νῦν μὲν εἶναι Ἕλληνα, νῦν δὲ Ῥωμαῖον, πάλιν δʼ, ἂν οὕτω τύχῃ, Μακεδόνα ἢ Πέρσην· καὶ ταῦτʼ ἐπʼ ἐνίων οὕτως ὥστε τὸν ἰδόντα εὐθὺς εἰδέναι. καὶ γὰρ ἐσθὴς καὶ ὑπόδεσις καὶ τοιαῦθʼ ἕτερα τὸ ψεῦσμα ἐλέγχει.
156
καὶ μυρία ἐῶ τῶν γιγνομένων, οἷον τὸ πολλάκις ἀνδρὸς σφόδρα γέροντος εἰκόνι νέου τινὸς τὸ ὄνομα ἐπιγράφειν, θαυμαστήν τινα οἶμαι δωρεὰν εὑρηκότων ὑμῶν, εἰ μετά γε τῆς τιμῆς καὶ τὴνἡλικίαν δίδοτε· καὶ πάλιν ἀθλητοῦ τινος ἀνδριάντα ἑστάναι, ὡς ὄντα ἀνθρώπου παντελῶς ἀσθενοῦς καὶ μετρίου τὸ σῶμα. τὸ μὲν γὰρ ἱππεύοντα τὸν δεῖνα ὁρᾶσθαι παρʼ ὑμῖν ἢ πολεμίῳ συνεστῶτα ἢ στράτευμα ἐκτάσσοντα ἄνθρωπον οὐδεπώποτε τῆς γῆς ἁψάμενον τοῖς αὑτοῦ ποσὶν καὶ ἀπὸ τῶν ὤμων καταβάντα τῶν φερόντωνοὐδὲν ἴσως ἄτοπον· ἀλλʼ ὁ δεῖνά γε ἕστηκε πυκτεύων παρʼ ὑμῖν.