150
εἶτα Ῥωμαῖοι μὲν καὶ Νέρων οὕτω τὰ παρʼ ὑμῖν ἐτήρησαν καὶ σεμνὰ ἔκριναν· ὑμεῖς δὲ οὐ φυλάξετε; καὶ Νέρωνμὲν ὁ τῶν βασιλέων σφοδρότατος καὶ πλεῖστον αὑτῷ διδοὺς καὶ πρὸς ἅπασαν ἐξουσίαν πάντʼ ἐλάττω νενομικὼς οὐδενὸς ἀφείλετο τὴν εἰκόνα τῶν παρὰ μόνοις Ῥοδίοις τιμηθέντων· αὐτοὶ δʼ ὑμεῖς ἀφαιρεῖσθε; καὶ πόσῳ κρεῖττον ἦν κἀνθάδε ταὐτὸ γεγονέναι; παρὰ μὲν γὰρ τοῖς ἄλλοις μένει τὰ τῶν τιμηθέντων ὀνόματα καὶ τὰς ἐπιγραφὰς οὐδεὶς ἂν ἀπαλείψειεν· ὑμεῖς δʼ ὥσπερ κακόν τι πεπονθότες ὑπʼ αὐτῶν ἐκχαράττετε.
151
καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστʼ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδʼ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι. κἂν ταῦτʼ ἀφῇ τις, βέλτιον ἦν τό γε καθʼ ὑμᾶς οὕτως αὐτῶν ἠφανίσθαι τὰς τιμάς. οὐδὲν γὰρ ὑπῆρχεν ἁμάρτημα ὑμέτερον, οὐδʼ αὐτοὶ τοὺς εὐεργέτας ἂν τοὺς ἑαυτῶν ἠδικεῖτε καὶ τοὺς ἥρωας, ἀλλʼ,εἴπερ ἄρα, συνηδικεῖσθε αὐτοῖς.